< Ψαλμοί 37 >

1 «Ψαλμός του Δαβίδ.» Μη αγανάκτει διά τους πονηρευομένους, μηδέ ζήλευε τους εργάτας της ανομίας.
τοῦ Δαυιδ μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν
2 Διότι ως χόρτος ταχέως θέλουσι κοπή, και ως χλωρά βοτάνη θέλουσι καταμαρανθή.
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται
3 Έλπιζε επί Κύριον και πράττε το αγαθόν· κατοίκει την γην και νέμου την αλήθειαν·
ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς
4 και ευφραίνου εν Κυρίω, και θέλει σοι δώσει τα ζητήματα της καρδίας σου.
κατατρύφησον τοῦ κυρίου καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου
5 Ανάθες εις τον Κύριον την οδόν σου και έλπιζε επ' αυτόν, και αυτός θέλει ενεργήσει·
ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ’ αὐτόν καὶ αὐτὸς ποιήσει
6 και θέλει εξάξει ως φως την δικαιοσύνην σου και την κρίσιν σου ως μεσημβρίαν.
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν
7 Αναπαύου επί τον Κύριον και πρόσμενε αυτόν· μη αγανάκτει διά τον κατευοδούμενον εν τη οδώ αυτού, διά άνθρωπον πράττοντα παρανομίας.
ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας
8 Παύσον από θυμού και άφες την οργήν· μηδόλως αγανάκτει ώστε να πράττης πονηρά.
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν μὴ παραζήλου ὥστε πονηρεύεσθαι
9 Διότι οι πονηρευόμενοι θέλουσιν εξολοθρευθή· οι δε προσμένοντες τον Κύριον, ούτοι θέλουσι κληρονομήσει την γην.
ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν
10 Διότι έτι μικρόν και ο ασεβής δεν θέλει υπάρχει· και θέλεις ζητήσει τον τόπον αυτού, και δεν θέλει ευρεθή·
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς
11 οι πραείς όμως θέλουσι κληρονομήσει την γήν· και θέλουσι κατατρυφά εν πολλή ειρήνη.
οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης
12 Ο ασεβής μηχανάται κατά του δικαίου, και τρίζει κατ' αυτού τους οδόντας αυτού.
παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ
13 Ο Κύριος θέλει γελάσει επ' αυτώ, επειδή βλέπει ότι έρχεται η ημέρα αυτού.
ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ
14 Οι ασεβείς εξέσπασαν ρομφαίαν και ενέτειναν το τόξον αυτών, διά να καταβάλωσι τον πτωχόν και τον πένητα, διά να σφάξωσι τους περιπατούντας εν ευθύτητι.
ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ
15 Η ρομφαία αυτών θέλει εμβή εις την καρδίαν αυτών, και τα τόξα αυτών θέλουσι συντριφθή.
ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείησαν
16 Κάλλιον το ολίγον του δικαίου παρά ο πλούτος πολλών ασεβών.
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν
17 Διότι οι βραχίονες των ασεβών θέλουσι συντριφθή· τους δε δικαίους υποστηρίζει ο Κύριος.
ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος
18 Γινώσκει ο Κύριος τας ημέρας των αμέμπτων· και η κληρονομία αυτών θέλει είσθαι εις τον αιώνα·
γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται
19 δεν θέλουσι καταισχυνθή εν καιρώ πονηρώ· και εν ημέραις πείνης θέλουσι χορτασθή.
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται
20 Οι δε ασεβείς θέλουσιν εξολοθρευθή· και οι εχθροί του Κυρίου, ως το πάχος των αρνίων, θέλουσιν αναλωθή· εις καπνόν θέλουσι διαλυθή.
ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον
21 Δανείζεται ο ασεβής και δεν αποδίδει, ο δε δίκαιος ελεεί και δίδει.
δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ
22 Διότι οι ευλογημένοι αυτού θέλουσι κληρονομήσει την γήν· οι δε κατηραμένοι αυτού θέλουσιν εξολοθρευθή.
ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται
23 Όταν υπό Κυρίου κατευθύνωνται τα διαβήματα του ανθρώπου, η οδός αυτού είναι αρεστή εις αυτόν.
παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει
24 Εάν πέση, δεν θέλει συντριφθή· διότι ο Κύριος υποστηρίζει την χείρα αυτού.
ὅταν πέσῃ οὐ καταραχθήσεται ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ
25 Νέος ήμην και ήδη εγήρασα, και δεν είδον δίκαιον εγκαταλελειμμένον ουδέ το σπέρμα αυτού ζητούν άρτον.
νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους
26 Όλην την ημέραν ελεεί και δανείζει, και το σπέρμα αυτού είναι εις ευλογίαν.
ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται
27 Έκκλινον από του κακού και πράττε το αγαθόν, και θέλεις διαμένει εις τον αιώνα.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος
28 Διότι ο Κύριος αγαπά κρίσιν, και δεν εγκαταλείπει τους οσίους αυτού· εις τον αιώνα θέλουσι διαφυλαχθή· το δε σπέρμα των ασεβών θέλει εξολοθρευθή.
ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ εἰς τὸν αἰῶνα φυλαχθήσονται ἄνομοι δὲ ἐκδιωχθήσονται καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται
29 Οι δίκαιοι θέλουσι κληρονομήσει την γην, και επ' αυτής θέλουσι κατοικεί εις τον αιώνα.
δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς
30 Το στόμα του δικαίου μελετά σοφίαν, και η γλώσσα αυτού λαλεί κρίσιν.
στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν
31 Ο νόμος του Θεού αυτού είναι εν τη καρδία αυτού· τα διαβήματα αυτού δεν θέλουσιν ολισθήσει.
ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ
32 Κατασκοπεύει ο αμαρτωλός τον δίκαιον και ζητεί να θανατώση αυτόν.
κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν
33 Ο Κύριος δεν θέλει αφήσει αυτόν εις τας χείρας αυτού, ουδέ θέλει καταδικάσει αυτόν όταν κρίνη αυτόν.
ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσηται αὐτόν ὅταν κρίνηται αὐτῷ
34 Πρόσμενε τον Κύριον και φύλαττε την οδόν αυτού, και θέλει σε υψώσει διά να κληρονομήσης την γήν· όταν εξολοθρευθώσιν οι ασεβείς, θέλεις ιδεί.
ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ
35 Είδον τον ασεβή υπερυψούμενον και εξηπλωμένον ως την χλωράν δάφνην·
εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου
36 αλλ' ηφανίσθη· και ιδού, δεν υπήρχε· και εζήτησα αυτόν, και δεν ευρέθη.
καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν καὶ ἐζήτησα αὐτόν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ
37 Παρατήρει τον άκακον και βλέπε τον ευθύν, ότι εις τον ειρηνικόν άνθρωπον θέλει είσθαι εγκατάλειμμα·
φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ
38 οι δε παραβάται θέλουσιν όλως εξολοθρευθή· των ασεβών το εγκατάλειμμα θέλει αποκοπή.
οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται
39 Των δικαίων όμως η σωτηρία είναι παρά Κυρίου· αυτός είναι η δύναμις αυτών εν καιρώ θλίψεως.
σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως
40 Και θέλει βοηθήσει αυτούς ο Κύριος, και ελευθερώσει αυτούς· θέλει ελευθερώσει αυτούς από ασεβών και σώσει αυτούς· διότι ήλπισαν επ' αυτόν.
καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς ὅτι ἤλπισαν ἐπ’ αὐτόν

< Ψαλμοί 37 >