< Ψαλμοί 35 >
1 «Ψαλμός του Δαβίδ.» Δίκασον, Κύριε, τους δικαζομένους μετ' εμού· πολέμησον τους πολεμούντάς με.
τῷ Δαυιδ δίκασον κύριε τοὺς ἀδικοῦντάς με πολέμησον τοὺς πολεμοῦντάς με
2 Ανάλαβε όπλον και ασπίδα και ανάστηθι εις βοήθειάν μου.
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου
3 Και δράξον το δόρυ και σύγκλεισον την οδόν των καταδιωκόντων με· ειπέ εις την ψυχήν μου, Εγώ είμαι η σωτηρία σου.
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με εἰπὸν τῇ ψυχῇ μου σωτηρία σου ἐγώ εἰμι
4 Ας αισχυνθώσι και ας εντραπώσιν οι ζητούντες την ψυχήν μου· ας στραφώσιν εις τα οπίσω και ας αισχυνθώσιν οι βουλευόμενοι το κακόν μου.
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά
5 Ας ήναι ως λεπτόν άχυρον κατά πρόσωπον ανέμου, και άγγελος Κυρίου ας διώκη αυτούς.
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς
6 Ας ήναι η οδός αυτών σκότος και ολίσθημα, και άγγελος Κυρίου ας καταδιώκη αυτούς.
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς
7 Διότι αναιτίως έκρυψαν δι' εμέ την παγίδα αυτών εν λάκκω· αναιτίως έσκαψαν αυτόν διά την ψυχήν μου.
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν μάτην ὠνείδισαν τὴν ψυχήν μου
8 Ας έλθη επ' αυτόν όλεθρος απροσδόκητος· και η παγίς αυτού, την οποίαν έκρυψεν, ας συλλάβη αυτόν· ας πέση εις αυτήν εν ολέθρω.
ἐλθέτω αὐτοῖς παγίς ἣν οὐ γινώσκουσιν καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ
9 Η δε ψυχή μου θέλει αγάλλεσθαι εις τον Κύριον, θέλει χαίρει εις την σωτηρίαν αυτού.
ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ
10 Πάντα τα οστά μου θέλουσιν ειπεί, Κύριε, τις όμοιός σου, όστις ελευθερόνεις τον πτωχόν από του ισχυροτέρου αυτού, και τον πτωχόν και τον πένητα από του διαρπάζοντος αυτόν;
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν κύριε τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν
11 Σηκωθέντες μάρτυρες άδικοι, με ηρώτων περί πραγμάτων, τα οποία εγώ δεν ήξευρον·
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με
12 Ανταπέδωκαν εις εμέ κακόν αντί καλού· στέρησιν εις την ψυχήν μου.
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου
13 Εγώ δε, ότε αυτοί ήσαν εν θλίψει, ενεδυόμην σάκκον· εταπείνωσα εν νηστεία την ψυχήν μου· και η προσευχή μου επέστρεφεν εις τον κόλπον μου.
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται
14 Εφερόμην ως προς φίλον, ως προς αδελφόν μου· έκυπτον σκυθρωπάζων, ως ο πενθών διά την μητέρα αυτού.
ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην
15 Αλλ' αυτοί εχάρησαν διά την συμφοράν μου και συνήχθησαν· συνήχθησαν εναντίον μου οι χαμερπείς, και εγώ δεν ήξευρον· με εξέσχιζον και δεν έπαυον·
καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων διεσχίσθησαν καὶ οὐ κατενύγησαν
16 Μετά υποκριτικών χλευαστών εν συμποσίοις έτριζον κατ' εμού τους οδόντας αυτών.
ἐπείρασάν με ἐξεμυκτήρισάν με μυκτηρισμόν ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν
17 Κύριε, πότε θέλεις ιδεί; ελευθέρωσον την ψυχήν μου από του ολέθρου αυτών, την μεμονωμένην μου εκ των λεόντων.
κύριε πότε ἐπόψῃ ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν ἀπὸ λεόντων τὴν μονογενῆ μου
18 Εγώ θέλω σε υμνεί εν μεγάλη συνάξει· μεταξύ πολυαρίθμου λαού θέλω σε υμνεί.
ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ πολλῇ ἐν λαῷ βαρεῖ αἰνέσω σε
19 Ας μη χαρώσιν επ' εμέ οι εχθρευόμενοί με αδίκως· οι μισούντές με αναιτίως ας μη νεύωσι με τους οφθαλμούς.
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς
20 Διότι δεν ελάλουν ειρήνην, αλλά εμελέτων δόλους κατά των ησυχαζόντων επί της γής·
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο
21 και επλάτυναν κατ' εμού το στόμα αυτών, Λέγοντες, Εύγε, εύγε· είδεν ο οφθαλμός ημών.
καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν εἶπαν εὖγε εὖγε εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν
22 Είδες, Κύριε· μη σιωπήσης· Κύριε, μη απομακρυνθής απ' εμού.
εἶδες κύριε μὴ παρασιωπήσῃς κύριε μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
23 Εγέρθητι και εξύπνησον διά την κρίσιν μου, Θεέ μου και Κύριέ μου, διά την δίκην μου.
ἐξεγέρθητι κύριε καὶ πρόσχες τῇ κρίσει μου ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου
24 Κρίνόν με, Κύριε ο Θεός μου, κατά την δικαιοσύνην σου, και ας μη χαρώσιν επ' εμέ.
κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι
25 Ας μη είπωσιν εν ταις καρδίαις αυτών, Εύγε, ψυχή ημών. μηδέ ας είπωσι, Κατεπίομεν αυτόν.
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν κατεπίομεν αὐτόν
26 Ας αισχυνθώσι και ας εντραπώσιν ομού οι επιχαίροντες εις το κακόν μου· ας ενδυθώσιν εντροπήν και όνειδος οι μεγαλαυχούντες κατ' εμού.
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ
27 Ας ευφρανθώσι και ας χαρώσιν οι θέλοντες την δικαιοσύνην μου· και διαπαντός ας λέγωσιν, Ας μεγαλυνθή ο Κύριος, όστις θέλει την ειρήνην του δούλου αυτού.
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ
28 Και η γλώσσα μου θέλει μελετά την δικαιοσύνην σου και τον έπαινόν σου όλην την ημέραν.
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου