< Ψαλμοί 34 >
1 «Ψαλμός του Δαβίδ, ότε μετέβαλε τον τρόπον αυτού έμπροσθεν του Αβιμέλεχ· ούτος δε απέλυσεν αυτόν, και απήλθε.» Θέλω ευλογεί τον Κύριον εν παντί καιρώ· η αίνεσις αυτού θέλει είσθαι διαπαντός εν τω στόματί μου.
τῷ Δαυιδ ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ καὶ ἀπέλυσεν αὐτόν καὶ ἀπῆλθεν εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου
2 Εις τον Κύριον θέλει καυχάσθαι η ψυχή μου· οι ταπεινοί θέλουσιν ακούσει, και θέλουσι χαρή.
ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν
3 Μεγαλύνατε τον Κύριον μετ' εμού, και ας υψώσωμεν ομού το όνομα αυτού.
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό
4 Εξεζήτησα τον Κύριον, και επήκουσέ μου, και εκ πάντων των φόβων μου με ηλευθέρωσεν.
ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με
5 Απέβλεψαν προς αυτόν και εφωτίσθησαν, και τα πρόσωπα αυτών δεν κατησχύνθησαν.
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ
6 Ούτος ο πτωχός έκραξε, και ο Κύριος εισήκουσε, και εκ πασών των θλίψεων αυτού έσωσεν αυτόν.
οὗτος ὁ πτωχὸς ἐκέκραξεν καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν
7 Άγγελος Κυρίου στρατοπεδεύει κύκλω των φοβουμένων αυτόν και ελευθερόνει αυτούς.
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς
8 Γεύθητε και ιδέτε ότι αγαθός ο Κύριος· μακάριος ο άνθρωπος ο ελπίζων επ' αυτόν.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπ’ αὐτόν
9 Φοβήθητε τον Κύριον, οι άγιοι αυτού· διότι δεν υπάρχει στέρησις εις τους φοβουμένους αυτόν.
φοβήθητε τὸν κύριον οἱ ἅγιοι αὐτοῦ ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν
10 Οι πλούσιοι πτωχεύουσι και πεινώσιν· αλλ' οι εκζητούντες τον Κύριον δεν στερούνται ουδενός αγαθού.
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ διάψαλμα
11 Έλθετε, τέκνα, ακούσατέ μου· τον φόβον του Κυρίου θέλω σας διδάξει.
δεῦτε τέκνα ἀκούσατέ μου φόβον κυρίου διδάξω ὑμᾶς
12 Τις είναι ο άνθρωπος όστις θέλει ζωήν, αγαπά ημέρας, διά να ίδη καλόν;
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς
13 Φύλαττε την γλώσσαν σου από κακού, και τα χείλη σου από του να λαλώσι δόλον·
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον
14 Έκκλινον από του κακού και πράττε το αγαθόν· ζήτει ειρήνην και κυνήγει αυτήν.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν
15 Οι οφθαλμοί του Κυρίου είναι επί τους δικαίους, και τα ώτα αυτού εις την κραυγήν αυτών.
ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν
16 Το πρόσωπον του Κυρίου είναι κατά των πραττόντων κακόν, διά να αφανίση από της γης το μνημόσυνον αυτών.
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν
17 Έκραξαν οι δίκαιοι, και ο Κύριος εισήκουσε, και εκ πασών των θλίψεων αυτών ελευθέρωσεν αυτούς.
ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς
18 Ο Κύριος είναι πλησίον των συντετριμμένων την καρδίαν, και σώζει τους ταπεινούς το πνεύμα.
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει
19 Πολλαί αι θλίψεις του δικαίου, αλλ' εκ πασών τούτων θέλει ελευθερώσει αυτόν ο Κύριος.
πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς
20 Αυτός φυλάττει πάντα τα οστά αυτού· ουδέν εκ τούτων θέλει συντριφθή.
κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται
21 Η κακία θέλει θανατώσει τον αμαρτωλόν· και οι μισούντες τον δίκαιον θέλουσιν απολεσθή.
θάνατος ἁμαρτωλῶν πονηρός καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν
22 Ο Κύριος λυτρόνει την ψυχήν των δούλων αυτού, και δεν θέλουσιν απολεσθή πάντες οι ελπίζοντες επ' αυτόν.
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν