< Ψαλμοί 28 >

1 «Ψαλμός του Δαβίδ.» Προς σε θέλω κράξει, Κύριε· φρούριόν μου, μη σιωπήσης προς εμέ· μήποτε σιωπήσης προς εμέ, και ομοιωθώ με τους καταβαίνοντας εις τον λάκκον.
τοῦ Δαυιδ πρὸς σέ κύριε ἐκέκραξα ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
2 Άκουσον της φωνής των δεήσεών μου, όταν κράζω προς σε, όταν υψόνω τας χείρας μου προς τον ναόν τον άγιόν σου.
εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου
3 Μη με σύρης μετά των ασεβών και μετά των εργαζομένων ανομίαν, οίτινες λαλούντες ειρήνην μετά των πλησίον αυτών, έχουσι κακίαν εν ταις καρδίαις αυτών.
μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν
4 Δος εις αυτούς κατά τα έργα αυτών και κατά την πονηρίαν των επιχειρήσεων αυτών· κατά τα έργα των χειρών αυτών δος εις αυτούς· απόδος εις αυτούς την ανταμοιβήν αυτών.
δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς
5 Επειδή δεν προσέχουσιν εις τας πράξεις του Κυρίου και εις τα έργα των χειρών αυτού, θέλει κατακρημνίσει αυτούς και δεν θέλει ανοικοδομήσει αυτούς.
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς
6 Ευλογητός ο Κύριος, διότι ήκουσε της φωνής των δεήσεών μου.
εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου
7 Ο Κύριος είναι δύναμίς μου και ασπίς μου· επ' αυτόν ήλπισεν η καρδία μου, και εβοηθήθην· διά τούτο ηγαλλίασεν η καρδία μου, και με τας ωδάς μου θέλω υμνεί αυτόν.
κύριος βοηθός μου καὶ ὑπερασπιστής μου ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ
8 Ο Κύριος είναι δύναμις του λαού αυτού· αυτός είναι και υπεράσπισις της σωτηρίας του κεχρισμένου αυτού.
κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν
9 Σώσον τον λαόν σου και ευλόγησον την κληρονομίαν σου· και ποίμαινε αυτούς και ύψωσον αυτούς έως αιώνος.
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος

< Ψαλμοί 28 >