< Ψαλμοί 26 >

1 «Ψαλμός του Δαβίδ.» Κρίνον με, Κύριε· διότι εγώ περιεπάτησα εν ακακία μου· και επί τον Κύριον ήλπισα, και δεν θέλω σαλευθή.
τοῦ Δαυιδ κρῖνόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω
2 Εξέτασόν με, Κύριε, και δοκίμασόν με· δοκίμασον τους νεφρούς μου και την καρδίαν μου.
δοκίμασόν με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου
3 Διότι το έλεος σου είναι έμπροσθεν των οφθαλμών μου· και περιεπάτησα εν τη αληθεία σου.
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου
4 Δεν εκάθησα μετά ανθρώπων ματαίων· και μετά υποκριτών δεν θέλω υπάγει.
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω
5 Εμίσησα την σύναξιν των πονηρευομένων, και μετά ασεβών δεν θέλω καθήσει.
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω
6 Θέλω νίψει εν αθωότητι τας χείρας μου και θέλω περικυκλώσει το θυσιαστήριόν σου, Κύριε·
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε
7 διά να κάμω να αντηχήση φωνή αινέσεως, και διά να διηγηθώ πάντα τα θαυμάσιά σου.
τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου
8 Κύριε, ηγάπησα την κατοίκησιν του οίκου σου και τον τόπον της σκηνής της δόξης σου.
κύριε ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου
9 Μη συμπεριλάβης μετά αμαρτωλών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου·
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου
10 εις των οποίων τας χείρας είναι ανομία, και η δεξιά αυτών πλήρης δώρων.
ὧν ἐν χερσὶν ἀνομίαι ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων
11 Αλλ' εγώ θέλω περιπατεί εν ακακία μου· λύτρωσόν με και ελέησόν με.
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην λύτρωσαί με καὶ ἐλέησόν με
12 Ο πους μου ίσταται εν τη ευθύτητι· εν εκκλησίαις θέλω ευλογεί τον Κύριον.
ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι ἐν ἐκκλησίαις εὐλογήσω σε κύριε

< Ψαλμοί 26 >