< Ψαλμοί 24 >
1 «Ψαλμός του Δαβίδ.» Του Κυρίου είναι η γη και το πλήρωμα αυτής· η οικουμένη και οι κατοικούντες εν αυτή.
ψαλμὸς τῷ Δαυιδ τῆς μιᾶς σαββάτων τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
2 Διότι αυτός εθεμελίωσεν αυτήν επί των θαλασσών, και εστερέωσεν αυτήν επί των ποταμών.
αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν
3 Τις θέλει αναβή εις το όρος του Κυρίου; και τις θέλει σταθή εν τω τόπω τω αγίω αυτού;
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ
4 Ο αθώος τας χείρας και ο καθαρός την καρδίαν· όστις δεν έδωκεν εις ματαιότητα την ψυχήν αυτού και δεν ώμοσε μετά δολιότητος.
ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ
5 Ούτος θέλει λάβει ευλογίαν παρά Κυρίου και δικαιοσύνην παρά του Θεού της σωτηρίας αυτού.
οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ
6 Αύτη είναι η γενεά των εκζητούντων αυτόν, των ζητούντων το πρόσωπόν σου, Θεέ του Ιακώβ. Διάψαλμα.
αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ διάψαλμα
7 Σηκώσατε, πύλαι, τας κεφαλάς σας, και υψώθητε, θύραι αιώνιοι, και θέλει εισέλθει ο Βασιλεύς της δόξης.
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης
8 Τις ούτος ο Βασιλεύς της δόξης; ο Κύριος ο κραταιός και δυνατός, ο Κύριος ο δυνατός εν πολέμω.
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμῳ
9 Σηκώσατε, πύλαι, τας κεφαλάς σας, και υψώθητε, θύραι αιώνιοι, και θέλει εισέλθει ο Βασιλεύς της δόξης.
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης
10 Τις είναι ούτος ο Βασιλεύς της δόξης; ο Κύριος των δυνάμεων· αυτός είναι ο Βασιλεύς της δόξης. Διάψαλμα.
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης