< Ψαλμοί 22 >
1 «Εις τον πρώτον μουσικόν, επί Αγέλεθ Σάχαρ. Ψαλμός του Δαβίδ.» Θεέ μου, Θεέ μου, διά τι με εγκατέλιπες; διά τι ίστασαι μακράν από της σωτηρίας μου και από των λόγων των στεναγμών μου;
εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς ψαλμὸς τῷ Δαυιδ ὁ θεὸς ὁ θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου
2 Θεέ μου, κράζω την ημέραν, και δεν αποκρίνεσαι· και την νύκτα, και δεν σιωπώ.
ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ καὶ νυκτός καὶ οὐκ εἰς ἄνοιαν ἐμοί
3 Συ δε ο Άγιος κατοικείς μεταξύ των επαίνων του Ισραήλ.
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς ὁ ἔπαινος Ισραηλ
4 Επί σε ήλπισαν οι πατέρες ημών· ήλπισαν, και ηλευθέρωσας αυτούς.
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν ἤλπισαν καὶ ἐρρύσω αὐτούς
5 Προς σε έκραξαν και εσώθησαν· επί σε ήλπισαν και δεν κατησχύνθησαν.
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν
6 Εγώ δε είμαι σκώληξ και ουχί άνθρωπος· όνειδος ανθρώπων και εξουθένημα του λαού.
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ
7 Με εμυκτήρισαν πάντες οι βλέποντές με· ανοίγουσι τα χείλη, κινούσι την κεφαλήν, λέγοντες,
πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν ἐκίνησαν κεφαλήν
8 Ήλπισεν επί τον Κύριον· ας ελευθερώση αυτόν· ας σώση αυτόν, επειδή θέλει αυτόν.
ἤλπισεν ἐπὶ κύριον ῥυσάσθω αὐτόν σωσάτω αὐτόν ὅτι θέλει αὐτόν
9 Αλλά συ είσαι ο εκσπάσας με εκ της κοιλίας· η ελπίς μου από των μαστών της μητρός μου.
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου
10 Επί σε ερρίφθην εκ μήτρας· εκ κοιλίας της μητρός μου συ είσαι ο Θεός μου.
ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ
11 Μη απομακρυνθής απ' εμού· διότι η θλίψις είναι πλησίον· διότι ουδείς ο βοηθών.
μὴ ἀποστῇς ἀπ’ ἐμοῦ ὅτι θλῖψις ἐγγύς ὅτι οὐκ ἔστιν ὁ βοηθῶν
12 Ταύροι πολλοί με περιεκύκλωσαν· ταύροι δυνατοί εκ Βασάν με περιεστοίχισαν.
περιεκύκλωσάν με μόσχοι πολλοί ταῦροι πίονες περιέσχον με
13 Ήνοιξαν επ' εμέ το στόμα αυτών, ως λέων αρπάζων και βρυχόμενος.
ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος
14 Εξεχύθην ως ύδωρ, και εξηρθρώθησαν πάντα τα οστά μου· η καρδία μου έγεινεν ως κηρίον, κατατήκεται εν μέσω των εντοσθίων μου.
ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου
15 Η δύναμίς μου εξηράνθη ως όστρακον, και η γλώσσα μου εκολλήθη εις τον λάρυγγά μου· και συ με κατεβίβασας εις το χώμα του θανάτου.
ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου καὶ εἰς χοῦν θανάτου κατήγαγές με
16 Διότι κύνες με περιεκύκλωσαν· σύναξις πονηρευομένων με περιέκλεισεν· ετρύπησαν τας χείρας μου και τους πόδας μου·
ὅτι ἐκύκλωσάν με κύνες πολλοί συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χεῖράς μου καὶ πόδας
17 Δύναμαι να αριθμήσω πάντα τα οστά μου· ούτοι με ενατενίζουσι και με παρατηρούσι.
ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με
18 Διεμερίσθησαν τα ιμάτιά μου εις εαυτούς· και επί τον ιματισμόν μου έβαλον κλήρον.
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον
19 Αλλά συ, Κύριε, μη απομακρυνθής· συ, η δύναμίς μου, σπεύσον εις βοήθειάν μου.
σὺ δέ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου εἰς τὴν ἀντίλημψίν μου πρόσχες
20 Ελευθέρωσον από ρομφαίας την ψυχήν μου την μεμονωμένην μου από δυνάμεως κυνός.
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου
21 Σώσόν με εκ στόματος λέοντος και εισάκουσόν μου, ελευθερόνων με από κεράτων μονοκερώτων.
σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου
22 Θέλω διηγείσθαι το όνομά σου προς τους αδελφούς μου· εν μέσω συνάξεως θέλω σε επαινεί.
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
23 Οι φοβούμενοι τον Κύριον, αινείτε αυτόν· άπαν το σπέρμα Ιακώβ, δοξάσατε αυτόν· και φοβήθητε αυτόν, άπαν το σπέρμα Ισραήλ.
οἱ φοβούμενοι κύριον αἰνέσατε αὐτόν ἅπαν τὸ σπέρμα Ιακωβ δοξάσατε αὐτόν φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ
24 Διότι δεν εξουθένωσε και δεν απεστράφη την θλίψιν του τεθλιμμένου, και δεν έκρυψε το πρόσωπον αυτού απ' αυτού· και ότε εβόησε προς αυτόν, εισήκουσεν.
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου
25 Από σου θέλει αρχίζει η αίνεσίς μου εν εκκλησία μεγάλη· θέλω αποδώσει τας ευχάς μου ενώπιον των φοβουμένων αυτόν.
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν
26 Οι τεθλιμμένοι θέλουσι φάγει και θέλουσι χορτασθή· θέλουσιν αινέσει τον Κύριον οι εκζητούντες αυτόν· η καρδία σας θέλει ζη εις τον αιώνα.
φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος
27 Θέλουσιν ενθυμηθή και επιστραφή προς τον Κύριον πάντα τα πέρατα της γής· και θέλουσι προσκυνήσει ενώπιόν σου πάσαι αι φυλαί των εθνών.
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν
28 Διότι του Κυρίου είναι η βασιλεία, και αυτός εξουσιάζει τα έθνη.
ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν
29 Θέλουσι φάγει και θέλουσι προσκυνήσει πάντες οι παχείς της γής· ενώπιον αυτού θέλουσι κλίνει πάντες οι καταβαίνοντες εις το χώμα· και ουδείς την ζωήν αυτού θέλει δυνηθή να φυλάξη.
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν καὶ ἡ ψυχή μου αὐτῷ ζῇ
30 Οι μεταγενέστεροι θέλουσι δουλεύσει αυτόν· θέλουσιν αναγραφή εις τον Κύριον ως γενεά αυτού.
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη
31 Θέλουσιν ελθεί και αναγγείλει την δικαιοσύνην αυτού, προς λαόν, όστις μέλλει να γεννηθή· διότι αυτός έκαμε τούτο.
καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὅτι ἐποίησεν ὁ κύριος