< Ψαλμοί 140 >

1 «Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Ελευθέρωσόν με, Κύριε, από ανθρώπου πονηρού· λύτρωσόν με από ανθρώπου αδίκου·
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐξελοῦ με κύριε ἐξ ἀνθρώπου πονηροῦ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με
2 Οίτινες διαλογίζονται πονηρά εν τη καρδία· όλην την ημέραν παρατάττονται εις πολέμους.
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους
3 Ηκόνησαν την γλώσσαν αυτών ως όφεως· φαρμάκιον ασπίδος είναι υπό τα χείλη αυτών. Διάψαλμα.
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν διάψαλμα
4 Φύλαξόν με, Κύριε, από χειρών ασεβούς· λύτρωσόν με από ανθρώπου αδίκου· οίτινες εμηχανεύθησαν να υποσκελίσωσι τα διαβήματά μου.
φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου
5 Οι υπερήφανοι έκρυψαν κατ' εμού παγίδα, και με σχοινία ήπλωσαν δίκτυα εις την διάβασίν μου· έστησαν δι' εμέ βρόχια. Διάψαλμα.
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα
6 Είπα προς τον Κύριον, Συ είσαι ο Θεός μου· ακροάσθητι, Κύριε, της φωνής των δεήσεών μου.
εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τῆς δεήσεώς μου
7 Κύριε Θεέ, η δύναμις της σωτηρίας μου, συ περιεσκέπασας την κεφαλήν μου εν ημέρα πολέμου.
κύριε κύριε δύναμις τῆς σωτηρίας μου ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου
8 Μη δώσης, Κύριε, εις τον ασεβή τας επιθυμίας αυτού· μη αφήσης να εκτελεσθή ο στοχασμός αυτού, μήποτε υψωθώσι. Διάψαλμα.
μὴ παραδῷς με κύριε ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ διελογίσαντο κατ’ ἐμοῦ μὴ ἐγκαταλίπῃς με μήποτε ὑψωθῶσιν διάψαλμα
9 Η πονηρία των χειλέων των περικυκλούντων με ας σκεπάση την κεφαλήν αυτών.
ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς
10 Άνθρακες πεπυρακτωμένοι ας πέσωσιν επ' αυτούς· ας ριφθώσιν εις το πυρ, εις λάκκους βαθείς, διά να μη εγερθώσι πλέον.
πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες ἐν πυρὶ καταβαλεῖς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν
11 Άνθρωπος κακόγλωσσος ας μη στερεωθή επί της γής· η κακία θέλει καταδιώξει τον άδικον άνθρωπον, εωσού απολέση αυτόν.
ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν
12 Εξεύρω ότι ο Κύριος θέλει κάμει την κρίσιν του τεθλιμμένου και την δίκην των πτωχών.
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων
13 Βεβαίως οι δίκαιοι θέλουσι δοξολογεί το όνομά σου· οι ευθείς θέλουσι κατοικεί έμπροσθεν του προσώπου σου.
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου

< Ψαλμοί 140 >