< Ψαλμοί 138 >
1 «Ψαλμός του Δαβίδ.» Θέλω σε δοξολογήσει εν όλη καρδία μου· θέλω ψαλμωδήσει εις σε έμπροσθεν των θεών.
τῷ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι
2 Θέλω προσκυνήσει προς τον ναόν τον άγιόν σου· και θέλω δοξολογήσει το όνομά σου διά το έλεός σου και διά την αλήθειάν σου· διότι εμεγάλυνας τον λόγον σου υπέρ πάσαν την φήμην σου.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου
3 Καθ' ην ημέραν έκραξα, μου εισήκουσας· με ενίσχυσας με δύναμιν εν τη ψυχή μου.
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει
4 Θέλουσι σε δοξολογήσει, Κύριε, πάντες οι βασιλείς της γης, όταν ακούσωσι τους λόγους του στόματός σου·
ἐξομολογησάσθωσάν σοι κύριε πάντες οἱ βασιλεῖς τῆς γῆς ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου
5 και θέλουσι ψάλλει εν ταις οδοίς του Κυρίου, ότι μεγάλη η δόξα του Κυρίου·
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου ὅτι μεγάλη ἡ δόξα κυρίου
6 ότι ο Κύριος είναι υψηλός και επιβλέπει επί τον ταπεινόν· τον δε υψηλόφρονα γινώσκει μακρόθεν.
ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει
7 Εάν περιπατήσω εν μέσω στενοχωρίας, θέλεις με ζωοποιήσει· θέλεις εκτείνει την χείρα σου κατά της οργής των εχθρών μου· και η δεξιά σου θέλει με σώσει.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως ζήσεις με ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου καὶ ἔσωσέν με ἡ δεξιά σου
8 Ο Κύριος θέλει εκτελέσει τα περί εμού· Κύριε, το έλεός σου μένει εις τον αιώνα· τα έργα των χειρών σου μη παραβλέψης.
κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς