< Ψαλμοί 135 >
1 Αινείτε τον Κύριον. Αινείτε το όνομα του Κυρίου· αινείτε, δούλοι του Κυρίου,
αλληλουια αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον
2 Οι ιστάμενοι εν τω οίκω του Κυρίου, εν ταις αυλαίς του οίκου του Θεού ημών.
οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν
3 Αινείτε τον Κύριον, διότι αγαθός ο Κύριος· ψαλμωδήσατε εις το όνομα αυτού, διότι είναι τερπνόν.
αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν
4 Διότι τον Ιακώβ εξέλεξεν εις εαυτόν ο Κύριος, τον Ισραήλ εις θησαυρόν αυτού.
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ
5 Διότι εγώ εγνώρισα ότι μέγας ο Κύριος· και ο Κύριος ημών είναι υπέρ πάντας τους θεούς.
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς
6 Πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν, εν τω ουρανώ και εν τη γη, εν ταις θαλάσσαις και εν πάσαις ταις αβύσσοις.
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
7 Αναβιβάζει νεφέλας από των εσχάτων της γής· κάμνει αστραπάς διά βροχήν· εκβάλλει ανέμους εκ των θησαυρών αυτού.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
8 Όστις επάταξε τα πρωτότοκα της Αιγύπτου, από ανθρώπου έως κτήνους·
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
9 εξαπέστειλε σημεία και τέρατα εις το μέσον σου, Αίγυπτε, επί τον Φαραώ και επί πάντας τους δούλους αυτού.
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ
10 Όστις επάταξεν έθνη μεγάλα και απέκτεινε βασιλείς κραταιούς·
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς
11 τον Σηών, βασιλέα των Αμορραίων, και τον Ωγ, βασιλέα της Βασάν, και πάσας τας βασιλείας Χαναάν·
τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
12 και έδωκε την γην αυτών κληρονομίαν, κληρονομίαν εις τον Ισραήλ τον λαόν αυτού.
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ
13 Το όνομά σου, Κύριε, μένει εις τον αιώνα· το μνημόσυνόν σου, Κύριε, εις γενεάν και γενεάν.
κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
14 Διότι θέλει κρίνει ο Κύριος τον λαόν αυτού· και τους δούλους αυτού θέλει ελεήσει.
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
15 Τα είδωλα των εθνών είναι αργύριον και χρυσίον, έργον χειρών ανθρώπου.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
16 Στόμα έχουσι και δεν λαλούσιν· οφθαλμούς έχουσι και δεν βλέπουσιν.
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
17 Ώτα έχουσι και δεν ακούουσιν· ουδέ είναι πνοή εν τω στόματι αυτών.
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν
18 Όμοιοι αυτών ας γείνωσιν οι ποιούντες αυτά· πας ο ελπίζων επ' αυτά
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς
19 Οίκος Ισραήλ, ευλογήσατε τον Κύριον· οίκος Ααρών, ευλογήσατε τον Κύριον·
οἶκος Ισραηλ εὐλογήσατε τὸν κύριον οἶκος Ααρων εὐλογήσατε τὸν κύριον
20 οίκος Λευΐ, ευλογήσατε τον Κύριον· οι φοβούμενοι τον Κύριον, ευλογήσατε τον Κύριον.
οἶκος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
21 Ευλογητός ο Κύριος εν Σιών, ο κατοικών εν Ιερουσαλήμ. Αλληλούϊα.
εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ