< Ψαλμοί 132 >
1 «Ωιδή των Αναβαθμών.» Ενθυμήθητι, Κύριε, τον Δαβίδ, και πάντας τους αγώνας αυτού·
ᾠδὴ τῶν ἀναβαθμῶν μνήσθητι κύριε τοῦ Δαυιδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ
2 πως ώμοσε προς τον Κύριον και έκαμεν ευχήν εις τον ισχυρόν Θεόν του Ιακώβ·
ὡς ὤμοσεν τῷ κυρίῳ ηὔξατο τῷ θεῷ Ιακωβ
3 Δεν θέλω εισέλθει υπό την στέγην του οίκου μου, δεν θέλω αναβή εις την κλίνην της στρωμνής μου,
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου
4 δεν θέλω δώσει ύπνον εις τους οφθαλμούς μου, νυσταγμόν εις τα βλέφαρά μου,
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου
5 εωσού εύρω τόπον διά τον Κύριον, κατοικίαν διά τον ισχυρόν Θεόν του Ιακώβ.
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ σκήνωμα τῷ θεῷ Ιακωβ
6 Ιδού, ηκούσαμεν περί αυτής εν Εφραθά· ευρήκαμεν αυτήν εις τας πεδιάδας του Ιαάρ.
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ
7 Ας εισέλθωμεν εις τας σκηνάς αυτού· ας προσκυνήσωμεν εις το υποπόδιον των ποδών αυτού.
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ
8 Ανάστηθι, Κύριε, εις την ανάπαυσίν σου, συ και η κιβωτός της δυνάμεώς σου.
ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου
9 Οι ιερείς σου ας ενδυθώσι δικαιοσύνην, και οι όσιοί σου ας αγάλλωνται.
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
10 Ένεκεν Δαβίδ του δούλου σου μη αποστρέψης το πρόσωπον του κεχρισμένου σου.
ἕνεκεν Δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου
11 Ώμοσεν ο Κύριος αλήθειαν προς τον Δαβίδ, δεν θέλει αθετήσει αυτήν, Εκ του καρπού του σώματός σου θέλω θέσει επί τον θρόνον σου.
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου
12 Εάν φυλάξωσιν οι υιοί σου την διαθήκην μου, και τα μαρτύριά μου τα οποία θέλω διδάξει αυτούς, και οι υιοί αυτών θέλουσι καθίσει διαπαντός επί του θρόνου σου.
ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου
13 Διότι εξέλεξεν ο Κύριος την Σιών· ευηρεστήθη να κατοική εν αυτή.
ὅτι ἐξελέξατο κύριος τὴν Σιων ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
14 Αύτη είναι η ανάπαυσίς μου εις τον αιώνα του αιώνος· ενταύθα θέλω κατοικεί, διότι ηγάπησα αυτήν.
αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν
15 Θέλω ευλογήσει εν ευλογία τας τροφάς αυτής· τους πτωχούς αυτής θέλω χορτάσει άρτον·
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων
16 και τους ιερείς αυτής θέλω ενδύσει σωτηρίαν· και οι όσιοι αυτής θέλουσιν αγάλλεσθαι εν αγαλλιάσει.
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται
17 Εκεί θέλω κάμει να βλαστήση κέρας εις τον Δαβίδ· ητοίμασα λύχνον διά τον κεχρισμένον μου.
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ ἡτοίμασα λύχνον τῷ χριστῷ μου
18 Τους εχθρούς αυτού θέλω ενδύσει αισχύνην· επί δε αυτόν θέλει ανθεί το διάδημα αυτού.
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου