< Ψαλμοί 129 >

1 «Ωιδή των Αναβαθμών.» Πολλάκις με επολέμησαν εκ νεότητός μου, ας είπη τώρα ο Ισραήλ·
ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ
2 Πολλάκις με επολέμησαν εκ νεότητός μου· αλλά δεν υπερίσχυσαν εναντίον μου.
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι
3 Οι γεωργοί ηροτρίασαν επί των νώτων μου· έσυραν μακρά τα αυλάκια αυτών.
ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν
4 Αλλά δίκαιος ο Κύριος· κατέκοψε τα σχοινία των ασεβών.
κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν
5 Ας αισχυνθώσι και ας στραφώσιν εις τα οπίσω πάντες οι μισούντες την Σιών.
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων
6 Ας γείνωσιν ως ο χόρτος των δωμάτων, όστις πριν εκριζωθή ξηραίνεται·
γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη
7 από του οποίου δεν γεμίζει ο θεριστής την χείρα αυτού, ουδέ ο δένων τα χειρόβολα τον κόλπον αυτού·
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων
8 ώστε οι διαβάται δεν θέλουσιν ειπεί, Ευλογία Κυρίου εφ' υμάς· σας ευλογούμεν εν ονόματι Κυρίου.
καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ’ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου

< Ψαλμοί 129 >