< Ψαλμοί 112 >

1 Αινείτε τον Κύριον. Μακάριος ο άνθρωπος ο φοβούμενος τον Κύριον· εις τας εντολάς αυτού ηδύνεται σφόδρα.
αλληλουια μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
2 Το σπέρμα αυτού θέλει είσθαι δυνατόν εν τη γή· η γενεά των ευθέων θέλει ευλογηθή·
δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται
3 Αγαθά και πλούτη θέλουσιν είσθαι εν τω οίκω αυτού, και η δικαιοσύνη αυτού μένει εις τον αιώνα.
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
4 Φως ανατέλλει εν τω σκότει διά τους ευθείς· είναι ελεήμων και οικτίρμων και δίκαιος.
ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος
5 Ο καλός άνθρωπος ελεεί και δανείζει· οικονομεί τα πράγματα αυτού εν κρίσει.
χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει
6 Βεβαίως δεν θέλει ποτέ κλονισθή· εις μνημόσυνον αιώνιον θέλει είσθαι ο δίκαιος.
ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος
7 Από κακής φήμης δεν θέλει φοβηθή· η καρδία αυτού είναι στερεά, ελπίζουσα επί τον Κύριον.
ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον
8 Εστηριγμένη είναι η καρδία αυτού· δεν θέλει φοβηθή, εωσού ίδη την εκδίκησιν επί τους εχθρούς αυτού.
ἐστήρικται ἡ καρδία αὐτοῦ οὐ μὴ φοβηθῇ ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
9 Εσκόρπισεν, έδωκεν εις τους πένητας· η δικαιοσύνη αυτού μένει εις τον αιώνα· το κέρας αυτού θέλει υψωθή εν δόξη.
ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ
10 Ο ασεβής θέλει ιδεί και θέλει οργισθή· θέλει τρίξει τους οδόντας αυτού και θέλει αναλυθή· η επιθυμία των ασεβών θέλει απολεσθή.
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται

< Ψαλμοί 112 >