< Παροιμίαι 7 >

1 Υιέ μου, φύλαττε τους λόγους μου και ταμίευσον τας εντολάς μου παρά σεαυτώ.
υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον
2 Φύλαττε τας εντολάς μου, και θέλεις ζήσει· και τον νόμον μου, ως την κόρην των οφθαλμών σου.
φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων
3 Δέσον αυτά επί τους δακτύλους σου, εγχάραξον αυτά επί την πλάκα της καρδίας σου.
περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου
4 Ειπέ προς την σοφίαν; συ είσαι αδελφή μου· και κάλεσον την φρόνησιν συγγενή σου·
εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ
5 διά να σε φυλάττωσιν από ξένης γυναικός, από αλλοτρίας κολακευούσης διά των λόγων αυτής.
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται
6 Επειδή από του παραθύρου της οικίας μου έκυψα διά του δικτυωτού μου·
ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα
7 και είδον μεταξύ των αφρόνων, παρετήρησα μεταξύ των νεανίσκων, νέον ενδεή φρενών·
ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
8 όστις διέβαινε διά της πλατείας, πλησίον της γωνίας αυτής, και διήρχετο την οδόν προς την οικίαν αυτής,
παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
9 εν τω εσπερινώ σκότει της ημέρας, εν τω σκοτασμώ της νυκτός και τω γνόφω·
καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης
10 και ιδού, συναπαντά αυτόν γυνή έχουσα σχήμα πορνικόν, και καρδίαν δολιόφρονα,
ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας
11 φλύαρος και αναιδής· οι πόδες αυτής δεν μένουσιν εν τω οίκω αυτής·
ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς
12 τώρα είναι έξω, τώρα εν ταις πλατείαις, και ενεδρεύει πλησίον πάσης γωνίας.
χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει
13 Και πιάνει αυτόν και φιλεί αυτόν και με αναιδές πρόσωπον λέγει προς αυτόν,
εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
14 Έχω θυσίας ειρηνικάς· σήμερον απέδωκα τας ευχάς μου·
θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου
15 διά τούτο εξήλθον εις απάντησίν σου, ποθούσα το πρόσωπόν σου, και σε εύρηκα·
ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε
16 έστρωσα την κλίνην μου με πέπλους, με τάπητας πεποικιλμένους, με νήματα της Αιγύπτου·
κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου
17 εθυμίασα την κλίνην μου με σμύρναν, αλόην και κινάμωμον·
διέρραγκα τὴν κοίτην μου κρόκῳ τὸν δὲ οἶκόν μου κινναμώμῳ
18 ελθέ, ας μεθυσθώμεν από έρωτος μέχρι της αυγής· ας εντρυφήσωμεν εις έρωτας·
ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι
19 διότι δεν είναι ο ανήρ εν τη οικία αυτού, υπήγεν εις οδόν μακράν·
οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν
20 έλαβε βαλάντιον αργυρίου εν τη χειρί αυτού· εν ωρισμένω καιρώ θέλει επανέλθει εις την οικίαν αυτού.
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ δῑ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ
21 Διά της πολλής αυτής τέχνης απεπλάνησεν αυτόν· διά της κολακείας των χειλέων αυτής είλκυσεν αυτόν.
ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν
22 Ευθύς ακολουθεί αυτήν κατόπιν, καθώς ο βους υπάγει εις την σφαγήν, ή καθώς η έλαφος πηδά εις τον βρόχον,
ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
23 εωσού βέλος διαπεράση το ήπαρ αυτής· καθώς το πτηνόν σπεύδει εις την παγίδα και δεν εξεύρει ότι είναι εναντίον της ζωής αυτού.
ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει
24 Τώρα λοιπόν ακούσατέ μου, τέκνα, και προσέχετε εις τους λόγους του στόματός μου.
νῦν οὖν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου
25 Ας μη εκκλίνη εις τας οδούς αυτής η καρδία σου, μη παρεκτραπής εις τας τρίβους αυτής.
μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου
26 Διότι πολλούς έκαμε να πέσωσι πεπληγωμένοι, και δυνατοί είναι οι φονευθέντες υπ' αυτής.
πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν
27 Οδοί άδου είναι ο οίκος αυτής, καταβαίνουσαι εις τα ταμεία του θανάτου. (Sheol h7585)
ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου (Sheol h7585)

< Παροιμίαι 7 >