< Παροιμίαι 5 >
1 Υιέ μου, πρόσεχε εις την σοφίαν μου, κλίνον το ωτίον σου εις την σύνεσίν μου·
υἱέ ἐμῇ σοφίᾳ πρόσεχε ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς
2 διά να τηρής φρόνησιν και τα χείλη σου να φυλάττωσι γνώσιν.
ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι
3 Διότι τα χείλη της αλλοτρίας γυναικός στάζουσιν ως κηρήθρα μέλιτος, και ο ουρανίσκος αυτής είναι μαλακώτερος ελαίου·
μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα
4 το τέλος όμως αυτής είναι πικρόν ως αψίνθιον, οξύ ως μάχαιρα δίστομος.
ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου
5 Οι πόδες αυτής καταβαίνουσιν εις θάνατον· τα βήματα αυτής καταντώσιν εις τον άδην. (Sheol )
τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται (Sheol )
6 διά να μη γνωρίσης την οδόν της ζωής, αι πορείαι αυτής είναι άστατοι και ουχί ευδιάγνωστοι.
ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι
7 Ακούσατέ μου λοιπόν τώρα, τέκνα, και μη αποστραφήτε τους λόγους του στόματός μου.
νῦν οὖν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους
8 Απομάκρυνον την οδόν σου απ' αυτής, και μη πλησιάσης εις την θύραν του οίκου αυτής,
μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς
9 διά να μη δώσης την τιμήν σου εις άλλους και τα έτη σου εις τους ανελεήμονας·
ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν
10 διά να μη χορτασθώσι ξένοι από της περιουσίας σου και οι κόποι σου έλθωσιν εις οίκον αλλοτρίου,
ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν
11 και συ στενάζης εις τα έσχατά σου, όταν η σαρξ σου και το σώμα σου καταναλωθώσι,
καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου
12 και λέγης, Πως εμίσησα την παιδείαν, και η καρδία μου κατεφρόνησε τους ελέγχους,
καὶ ἐρεῖς πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου
13 και δεν υπήκουσα εις την φωνήν των διδασκόντων με, ουδέ έκλινα το ωτίον μου εις τους νουθετούντάς με.
οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου
14 Παρ' ολίγον έπεσον εις παν κακόν, εν μέσω της συνάξεως και της συναγωγής.
παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς
15 Πίνε ύδατα εκ της δεξαμενής σου και πηγάζοντα εκ του φρέατός σου·
πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς
16 Ας εκχέωνται έξω αι πηγαί σου, και τα ρυάκια των υδάτων σου εις τας πλατείας·
μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα
17 σου μόνου ας ήναι αυτά, και ουχί ξένων μετά σού·
ἔστω σοι μόνῳ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι
18 η πηγή σου ας ήναι ευλογημένη· και ευφραίνου μετά της γυναικός της νεότητός σου.
ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου
19 Ας ήναι εις σε ως έλαφος ερασμία και δορκάς κεχαριτωμένη· ας σε ποτίζωσιν οι μαστοί αυτής εν παντί καιρώ· ευφραίνου πάντοτε εις την αγάπην αυτής.
ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ
20 Και διά τι, υιέ μου, θέλεις θέλγεσθαι υπό ξένης και θέλεις εναγκαλίζεσθαι κόλπον αλλοτρίας;
μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας
21 Διότι του ανθρώπου αι οδοί είναι ενώπιον των οφθαλμών του Κυρίου, και σταθμίζει πάσας τας πορείας αυτού.
ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει
22 Αι ίδιαι αυτού ανομίαι θέλουσι συλλάβει τον ασεβή, και με τα σχοινία της αμαρτίας αυτού θέλει σφίγγεσθαι.
παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
23 Ούτος θέλει αποθάνει απαίδευτος και εκ του πλήθους της αφροσύνης αυτού θέλει περιπλανάσθαι.
οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δῑ ἀφροσύνην