< Παροιμίαι 31 >
1 Οι λόγοι του βασιλέως Λεμουήλ, ο χρησμός, τον οποίον η μήτηρ αυτού εδίδαξεν αυτόν.
οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ
2 Τι, υιέ μου; και τι, τέκνον της κοιλίας μου; και τι, υιέ των ευχών μου;
τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν
3 Μη δώσης τας δυνάμεις σου εις τας γυναίκας, μηδέ τας οδούς σου εις τας αφανιστρίας των βασιλέων.
μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν
4 Δεν είναι των βασιλέων, Λεμουήλ, δεν είναι των βασιλέων να πίνωσιν οίνον, ουδέ των ηγεμόνων, σίκερα·
μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν
5 μήποτε πιόντες λησμονήσωσι τον νόμον και διαστρέψωσι την κρίσιν τινός τεθλιμμένου.
ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς
6 Δίδετε σίκερα εις τους τεθλιμμένους, και οίνον εις τους πεπικραμένους την ψυχήν·
δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις
7 διά να πίωσι και να λησμονήσωσι την πτωχείαν αυτών και να μη ενθυμώνται πλέον την δυστυχίαν αυτών.
ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι
8 Άνοιγε το στόμα σου υπέρ του αφώνου, υπέρ της κρίσεως πάντων των εγκαταλελειμμένων.
ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς
9 Άνοιγε το στόμα σου, κρίνε δικαίως, και υπερασπίζου τον πτωχόν και τον ενδεή.
ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ
10 Γυναίκα ενάρετον τις θέλει ευρεί; διότι η τοιαύτη είναι πολύ τιμιωτέρα υπέρ τους μαργαρίτας.
γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη
11 Η καρδία του ανδρός αυτής θαρρεί επ' αυτήν, και δεν θέλει στερείσθαι αφθονίας.
θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει
12 Θέλει φέρει εις αυτόν καλόν και ουχί κακόν, πάσας τας ημέρας της ζωής αυτής.
ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
13 Ζητεί μαλλίον και λινάριον και εργάζεται ευχαρίστως με τας χείρας αυτής.
μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς
14 Είναι ως τα πλοία των εμπόρων· φέρει την τροφήν αυτής από μακρόθεν.
ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
15 Και εγείρεται ενώ είναι έτι νυξ και δίδει τροφήν εις τον οίκον αυτής, και έργα εις τας θεραπαίνας αυτής.
καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις
16 Θεωρεί αγρόν και αγοράζει αυτόν· εκ του καρπού των χειρών αυτής φυτεύει αμπελώνα.
θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα
17 Ζώνει την οσφύν αυτής με δύναμιν, και ενισχύει τους βραχίονας αυτής.
ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον
18 Αισθάνεται ότι το εμπόριον αυτής είναι καλόν· ο λύχνος αυτής δεν σβύνεται την νύκτα.
ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς
19 Βάλλει τας χείρας αυτής εις το αδράκτιον και κρατεί εν τη χειρί αυτής την ηλακάτην.
τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον
20 Ανοίγει την χείρα αυτής εις τους πτωχούς και εκτείνει τας χείρας αυτής προς τους ενδεείς.
χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ
21 Δεν φοβείται την χιόνα διά τον οίκον αυτής· διότι πας ο οίκος αυτής είναι ενδεδυμένοι διπλά.
οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδιδύσκονται
22 Κάμνει εις εαυτήν σκεπάσματα· το ένδυμα αυτής είναι βύσσος και πορφύρα.
δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα
23 Ο ανήρ αυτής γνωρίζεται εν ταις πύλαις, όταν κάθηται μεταξύ των πρεσβυτέρων του τόπου.
περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς
24 Κάμνει λεπτόν πανίον και πωλεί· και δίδει ζώνας εις τους εμπόρους.
σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς Χαναναίοις
25 Ισχύν και ευπρέπειαν είναι ενδεδυμένη· και ευφραίνεται διά τον μέλλοντα καιρόν.
στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς
26 Ανοίγει το στόμα αυτής εν σοφία· και επί της γλώσσης αυτής είναι νόμος ευμενείας.
ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
27 Επαγρυπνεί εις την κυβέρνησιν του οίκου αυτής και άρτον οκνηρίας δεν τρώγει.
στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
28 Τα τέκνα αυτής σηκόνονται και μακαρίζουσιν αυτήν· ο ανήρ αυτής, και επαινεί αυτήν·
τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
29 Πολλαί θυγατέρες εφέρθησαν αξίως, αλλά συ υπερέβης πάσας.
πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας
30 Ψευδής είναι η χάρις και μάταιον το κάλλος· η γυνή η φοβουμένη τον Κύριον, αυτή θέλει επαινείσθαι.
ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω
31 Δότε εις αυτήν εκ του καρπού των χειρών αυτής· και τα έργα αυτής ας επαινώσιν αυτήν εν ταις πύλαις.
δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς