< Παροιμίαι 28 >
1 Οι ασεβείς φεύγουσιν ουδενός διώκοντος· οι δε δίκαιοι έχουσι θάρρος ως λέων.
φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν
2 Διά τα αμαρτήματα του τόπου πολλοί είναι οι άρχοντες αυτού· δι' ανθρώπου όμως συνετού και νοήμονος το πολίτευμα αυτού θέλει διαρκεί.
δῑ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς
3 Πτωχός άνθρωπος και δυναστεύων πτωχούς είναι ως βροχή κατακλύζουσα, ήτις δεν δίδει άρτον.
ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής
4 Όσοι εγκαταλείπουσι τον νόμον, εγκωμιάζουσι τους ασεβείς· αλλ' οι φυλάττοντες τον νόμον αντιμάχονται εις αυτούς.
οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος
5 Οι κακοί άνθρωποι δεν θέλουσι νοήσει κρίσιν· αλλ' οι ζητούντες τον Κύριον θέλουσι νοήσει τα πάντα.
ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί
6 Καλήτερος ο πτωχός ο περιπατών εν τη ακεραιότητι αυτού, παρά τον διεστραμμένον τας οδούς αυτού, και αν ήναι πλούσιος.
κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς
7 Ο φυλάττων τον νόμον είναι υιός συνετός· ο δε φίλος των ασώτων καταισχύνει τον πατέρα αυτού.
φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα
8 Ο αυξάνων την περιουσίαν αυτού διά τόκου και πλεονεξίας συνάγει αυτήν διά τον ελεούντα τους πτωχούς.
ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν
9 Του εκκλίνοντος το ωτίον αυτού από του να ακούη τον νόμον, και αυτή η προσευχή αυτού θέλει είσθαι βδέλυγμα.
ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται
10 Ο αποπλανών τους ευθείς εις οδόν κακήν αυτός θέλει πέσει εις τον ίδιον αυτού λάκκον· αλλ' οι άμεμπτοι θέλουσι κληρονομήσει αγαθά.
ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά
11 Ο πλούσιος άνθρωπος νομίζει εαυτόν σοφόν· αλλ' ο συνετός πτωχός εξελέγχει αυτόν.
σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ
12 Όταν οι δίκαιοι θριαμβεύωσι, μεγάλη είναι η δόξα· αλλ' όταν οι ασεβείς υψόνωνται, οι άνθρωποι κρύπτονται.
διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι
13 Ο κρύπτων τας αμαρτίας αυτού δεν θέλει ευοδωθή· ο δε εξομολογούμενος και παραιτών αυτάς θέλει ελεηθή.
ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται
14 Μακάριος ο άνθρωπος ο φοβούμενος πάντοτε· όστις όμως σκληρύνει την καρδίαν αυτού, θέλει πέσει εις συμφοράν.
μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δῑ εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς
15 Λέων βρυχώμενος και άρκτος πεινώσα είναι διοικητής ασεβής επί λαόν πενιχρόν.
λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ
16 Ο ηγεμών ο στερούμενος συνέσεως πληθύνει τας καταδυναστείας· ο δε μισών την αρπαγήν θέλει μακρύνει τας ημέρας αυτού.
βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται
17 Ο άνθρωπος ο ένοχος αίματος ανθρώπου θέλει σπεύσει εις τον λάκκον· ουδείς θέλει κρατήσει αυτόν.
ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ
18 Ο περιπατών εν ακεραιότητι θέλει σωθή· ο δε διεστραμμένος εν ταις οδοίς αυτού θέλει πέσει διά μιας.
ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται
19 Ο εργαζόμενος την γην αυτού θέλει χορτασθή άρτον· ο δε ακολουθών τους ματαιόφρονας θέλει εμπλησθή πτωχείας.
ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας
20 Ο πιστός άνθρωπος θέλει έχει πολλήν ευλογίαν· αλλ' όστις σπεύδει να πλουτήση, δεν θέλει μείνει ατιμώρητος.
ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται
21 Να ήναι τις προσωπολήπτης, δεν είναι καλόν· διότι ο τοιούτος άνθρωπος δι' εν κομμάτιον άρτου θέλει ανομήσει.
ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα
22 Ο έχων πονηρόν οφθαλμόν σπεύδει να πλουτήση, και δεν καταλαμβάνει ότι η ένδεια θέλει ελθεί επ' αυτόν.
σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ
23 Ο ελέγχων άνθρωπον ύστερον θέλει ευρεί περισσοτέραν χάριν, παρά τον κολακεύοντα διά της γλώσσης.
ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος
24 Ο κλέπτων τον πατέρα αυτού ή την μητέρα αυτού, και λέγων, Τούτο δεν είναι αμαρτία, αυτός είναι σύντροφος του ληστού.
ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς
25 Ο αλαζών την καρδίαν διεγείρει έριδας· ο δε θαρρών επί Κύριον θέλει παχυνθή.
ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται
26 Ο θαρρών επί την ιδίαν αυτού καρδίαν είναι άφρων· αλλ' ο περιπατών εν σοφία, ούτος θέλει σωθή.
ὃς πέποιθεν θρασείᾳ καρδίᾳ ὁ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται
27 Όστις δίδει εις τους πτωχούς, δεν θέλει ελθεί εις ένδειαν· αλλ' όστις αποστρέφει τους οφθαλμούς αυτού, θέλει έχει πολλάς κατάρας.
ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται
28 Όταν οι ασεβείς υψόνωνται, οι άνθρωποι κρύπτονται· αλλ' εν τη απωλεία εκείνων οι δίκαιοι πληθύνονται.
ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι