< Παροιμίαι 24 >
1 Μη ζήλευε τους κακούς ανθρώπους, μηδέ επιθύμει να ήσαι μετ' αυτών·
υἱέ μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ’ αὐτῶν
2 διότι η καρδία αυτών μελετά καταδυνάστευσιν, και τα χείλη αυτών λαλούσι κακουργίας.
ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ
3 Διά της σοφίας οικοδομείται οίκος και διά της συνέσεως στερεόνεται.
μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται
4 Και διά της γνώσεως τα ταμεία θέλουσι γεμισθή από παντός πολυτίμου και ευφροσύνου πλούτου.
μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ
5 Ο σοφός άνθρωπος ισχύει, και ο άνθρωπος ο φρόνιμος αυξάνει δύναμιν.
κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου
6 Διότι διά σοφών βουλών θέλεις κάμει τον πόλεμόν σου· εκ του πλήθους δε των συμβούλων προέρχεται σωτηρία.
μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς
7 Η σοφία είναι παραπολύ υψηλή διά τον άφρονα· δεν θέλει ανοίξει το στόμα αυτού εν τη πύλη.
σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου
8 Όστις μελετά να πράξη κακόν, θέλει ονομασθή ανήρ κακεντρεχής.
ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντᾷ θάνατος
9 Η μελέτη της αφροσύνης είναι αμαρτία· και ο χλευαστής βδέλυγμα εις τους ανθρώπους.
ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
10 Εάν μικροψυχήσης εν τη ημέρα της συμφοράς, μικρά είναι η δύναμίς σου.
ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ
11 Ελευθέρονε τους συρομένους εις θάνατον, και μη αποσύρου από των όντων εις ακμήν σφαγής.
ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείσῃ
12 Εάν είπης, Ιδού, ημείς δεν εξεύρομεν τούτο· δεν γνωρίζει ο σταθμίζων τας καρδίας; και ο φυλάττων την ψυχήν σου και αποδίδων εις έκαστον κατά τα έργα αυτού, δεν εξεύρει;
ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
13 Υιέ μου, φάγε μέλι, διότι είναι καλόν· και κηρήθραν, διότι είναι γλυκεία επί του ουρανίσκον σου·
φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθῇ σου ὁ φάρυγξ
14 Τοιαύτη θέλει είσθαι εις την ψυχήν σου η γνώσις της σοφίας· όταν εύρης αυτήν, τότε θέλεις λάβει αμοιβήν, και η ελπίς σου δεν θέλει εκκοπή.
οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ ἐὰν γὰρ εὕρῃς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει
15 Μη στήνε παγίδα, ω άνομε, κατά της κατοικίας του δικαίου· μη ταράξης τον τόπον της αναπαύσεως αυτού·
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας
16 διότι ο δίκαιος πίπτει επτάκις και σηκόνεται· αλλ' οι ασεβείς θέλουσι πέσει εις όλεθρον.
ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς
17 Εις την πτώσιν του εχθρού σου μη χαρής· και εις το ολίσθημα αυτού ας μη ευφραίνεται η καρδία σου·
ἐὰν πέσῃ ὁ ἐχθρός σου μὴ ἐπιχαρῇς αὐτῷ ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου
18 Μήποτε ο Κύριος ίδη και φανή τούτο κακόν εις τους οφθαλμούς αυτού και μεταστρέψη τον θυμόν αυτού απ' αυτού.
ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ
19 Μη αγανάκτει περί των πονηρευομένων· μη ζήλευε τους ασεβείς·
μὴ χαῖρε ἐπὶ κακοποιοῖς μηδὲ ζήλου ἁμαρτωλούς
20 διότι δεν θέλει έχει τέλος αγαθόν ο κακός· ο λύχνος των ασεβών θέλει σβεσθή.
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται
21 Υιέ μου, φοβού τον Κύριον και τον βασιλέα· και μη έχε συγκοινωνίαν μετά στασιαστών·
φοβοῦ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς
22 διότι η συμφορά αυτών θέλει επέλθει εξαίφνης· και τις γνωρίζει αμφοτέρων τας τιμωρίας;
ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται
23 Ταύτα προσέτι είναι διά τους σοφούς. Η προσωποληψία εν τη κρίσει δεν είναι καλόν.
ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν
24 Τον λέγοντα προς τον ασεβή, Είσαι δίκαιος, τούτον οι λαοί θέλουσι καταρασθή και τα έθνη θέλουσι βδελύττεσθαι·
ὁ εἰπὼν τὸν ἀσεβῆ δίκαιός ἐστιν ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη
25 αλλ' εις τους ελέγχοντας αυτόν θέλει είσθαι χάρις, και ευλογία αγαθών θέλει ελθεί επ' αυτούς.
οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή
26 Όστις αποκρίνεται λόγους ορθούς, είναι ως ο φιλών τα χείλη.
χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς
27 Διάταττε το έργον σου έξω και προετοίμαζε αυτό εις σεαυτόν εν τω αγρώ· και έπειτα οικοδόμησον τον οίκόν σου.
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου
28 Μη ήσο μάρτυς άδικος κατά του πλησίον σου, μηδέ απάτα διά των χειλέων σου.
μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοῖς χείλεσιν
29 Μη είπης, Καθώς έκαμεν εις εμέ, ούτω θέλω κάμει εις αυτόν· θέλω αποδώσει εις τον άνθρωπον κατά το έργον αυτού.
μὴ εἴπῃς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν
30 Διέβαινον διά του αγρού του οκνηρού και διά του αμπελώνος του ανθρώπου του ενδεούς φρενών·
ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν
31 και ιδού, πανταχού είχον βλαστήσει άκανθαι· κνίδαι είχον σκεπάσει το πρόσωπον αυτού, και το λιθόφραγμα αυτού ήτο κατακεκρημνισμένον.
ἐὰν ἀφῇς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται
32 Τότε εγώ θεωρήσας εσυλλογίσθην εν τη καρδία μου· είδον, και έλαβον διδασκαλίαν.
ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν
33 Ολίγος ύπνος, ολίγος νυσταγμός, ολίγη συμπλοκή των χειρών εις τον ύπνον·
ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνῶ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη
34 έπειτα η πτωχεία σου έρχεται ως ταχυδρόμος, και η ένδειά σου ως ανήρ ένοπλος.
ἐὰν δὲ τοῦτο ποιῇς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς