< Παροιμίαι 23 >
1 Όταν καθήσης να φάγης μετά άρχοντος, παρατήρει επιμελώς τα παρατιθέμενα έμπροσθέν σου·
ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν νοητῶς νόει τὰ παρατιθέμενά σοι
2 και βάλε μάχαιραν εις τον λαιμόν σου, εάν ήσαι αδηφάγος·
καὶ ἐπίβαλλε τὴν χεῖρά σου εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι
3 μη επιθύμει τα εδέσματα αυτού· διότι ταύτα είναι τροφή δολιότητος.
εἰ δὲ ἀπληστότερος εἶ μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς
4 Μη μερίμνα διά να γείνης πλούσιος· άπεχε από της σοφίας σου.
μὴ παρεκτείνου πένης ὢν πλουσίῳ τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου
5 Θέλεις επιστήσει τους οφθαλμούς σου εις το μη υπάρχον; διότι ο πλούτος κατασκευάζει βεβαίως εις εαυτόν πτέρυγας ως αετού και πετά προς τον ουρανόν.
ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν οὐδαμοῦ φανεῖται κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ
6 Μη τρώγε τον άρτον του φθονερού, μηδέ επιθύμει τα εδέσματα αυτού·
μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ
7 διότι καθώς φρονεί εν τη ψυχή αυτού, τοιούτος είναι· φάγε και πίε, λέγει προς σέ· αλλ' η καρδία αυτού δεν είναι μετά σου.
ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα οὕτως ἐσθίει καὶ πίνει
8 Το ψωμίον, το οποίον έφαγες, θέλεις εξεμέσει και θέλεις χάσει τας γλυκείας συνομιλίας σου.
μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ’ αὐτοῦ ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς
9 Μη λάλει εις τα ώτα του άφρονος· διότι θέλει καταφρονήσει την σοφίαν των λόγων σου.
εἰς ὦτα ἄφρονος μηδὲν λέγε μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου
10 Μη μετακίνει όρια αρχαία· και μη εισέλθης εις τους αγρούς των ορφανών·
μὴ μεταθῇς ὅρια αἰώνια εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς
11 διότι ο Λυτρωτής αυτών είναι ισχυρός· αυτός θέλει εκδικάσει την δίκην αυτών εναντίον σου.
ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ
12 Προσκόλλησον την καρδίαν σου εις την παιδείαν και τα ώτα σου εις τους λόγους της γνώσεως.
δὸς εἰς παιδείαν τὴν καρδίαν σου τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως
13 Μη φείδου να παιδεύης το παιδίον· διότι εάν κτυπήσης αυτό διά της ράβδου, δεν θέλει αποθάνει·
μὴ ἀπόσχῃ νήπιον παιδεύειν ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ οὐ μὴ ἀποθάνῃ
14 συ κτυπών αυτό διά της ράβδου, θέλεις ελευθερώσει την ψυχήν αυτού εκ του άδου. (Sheol )
σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ (Sheol )
15 Υιέ μου, εάν η καρδία σου γείνη σοφή, θέλει ευφραίνεσθαι και η καρδία εμού·
υἱέ ἐὰν σοφὴ γένηταί σου ἡ καρδία εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν
16 και τα νεφρά μου θέλουσιν αγάλλεσθαι, όταν τα χείλη σου λαλώσιν ορθά.
καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὦσιν
17 Ας μη ζηλεύη η καρδία σου τους αμαρτωλούς· αλλ' έσο εν τω φόβω του Κυρίου όλην την ημέραν·
μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν
18 διότι βεβαίως είναι αμοιβή, και η ελπίς σου δεν θέλει εκκοπή.
ἐὰν γὰρ τηρήσῃς αὐτά ἔσται σοι ἔκγονα ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται
19 Άκουε συ, υιέ μου, και γίνου σοφός, και κατεύθυνε την καρδίαν σου εις την οδόν.
ἄκουε υἱέ καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας
20 Μη έσο μεταξύ οινοποτών, μεταξύ κρεοφάγων ασώτων·
μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς
21 διότι ο μέθυσος και ο άσωτος θέλουσι πτωχεύσει· και ο υπνώδης θέλει ενδυθή ράκη.
πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης
22 Υπάκουε εις τον πατέρα σου, όστις σε εγέννησε· και μη καταφρόνει την μητέρα σου, όταν γηράση.
ἄκουε υἱέ πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ
23 Αγόραζε την αλήθειαν και μη πώλει· την σοφίαν και την παιδείαν και την σύνεσιν.
24 Ο πατήρ του δικαίου θέλει χαρή σφόδρα· και όστις γεννά σοφόν υιόν, θέλει ευφραίνεσθαι εις αυτόν.
καλῶς ἐκτρέφει πατὴρ δίκαιος ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ
25 Ο πατήρ σου και η μήτηρ σου θέλουσιν ευφραίνεσθαι· μάλιστα εκείνη, ήτις σε εγέννησε, θέλει χαίρει.
εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί καὶ χαιρέτω ἡ τεκοῦσά σε
26 Υιέ μου, δος την καρδίαν σου εις εμέ, και ας προσέχωσιν οι οφθαλμοί σου εις τας οδούς μου·
δός μοι υἱέ σὴν καρδίαν οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν
27 διότι η πόρνη είναι λάκκος βαθύς· και η αλλοτρία γυνή στενόν φρέαρ.
πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος καὶ φρέαρ στενὸν ἀλλότριον
28 Αυτή προσέτι ενεδρεύει ως ληστής και πληθύνει τους παραβάτας μεταξύ των ανθρώπων.
οὗτος γὰρ συντόμως ἀπολεῖται καὶ πᾶς παράνομος ἀναλωθήσεται
29 Εις τίνα είναι ουαί; εις τίνα στεναγμοί; εις τίνα έριδες; εις τίνα ματαιολογίαι; εις τίνα κτυπήματα άνευ αιτίας; εις τίνα φλόγωσις οφθαλμών;
τίνι οὐαί τίνι θόρυβος τίνι κρίσις τίνι ἀηδίαι καὶ λέσχαι τίνι συντρίμματα διὰ κενῆς τίνος πέλειοι οἱ ὀφθαλμοί
30 Εις τους εγχρονίζοντας εν τω οίνω· εις εκείνους οίτινες διάγουσιν ανιχνεύοντες οινοποσίας.
οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται
31 Μη θεώρει τον οίνον ότι κοκκινίζει, ότι δίδει το χρώμα αυτού εις το ποτήριον, ότι καταβαίνει ευαρέστως.
μὴ μεθύσκεσθε οἴνῳ ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου
32 Εν τω τέλει αυτού δάκνει ως όφις και κεντρόνει ως βασιλίσκος·
τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός
33 οι οφθαλμοί σου θέλουσι κυττάξει αλλοτρίας γυναίκας, και η καρδία σου θέλει λαλήσει αισχρά·
οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν τὸ στόμα σου τότε λαλήσει σκολιά
34 και θέλεις είσθαι ως κοιμώμενος εν μέσω θαλάσσης, και ως κοιτώμενος επί κορυφής, καταρτίου·
καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι
35 με έτυπτον, θέλεις ειπεί, και δεν επόνεσα· με έδειραν, και δεν ησθάνθην· πότε θέλω εγερθή, διά να υπάγω να ζητήσω αυτόν πάλιν;
ἐρεῖς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ᾔδειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ’ ὧν συνελεύσομαι