< Παροιμίαι 12 >

1 Όστις αγαπά παιδείαν, αγαπά γνώσιν· αλλ' όστις μισεί έλεγχον, είναι άφρων.
ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν ὁ δὲ μισῶν ἐλέγχους ἄφρων
2 Ο καλός ευρίσκει χάριν παρά Κυρίου· τον δε μηχανευόμενον κακά θέλει καταδικάσει.
κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται
3 Δεν θέλει στερεωθή άνθρωπος διά της ανομίας· η ρίζα δε των δικαίων θέλει μένει ασάλευτος.
οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται
4 Η ενάρετος γυνή είναι στέφανος εις τον άνδρα αυτής· η δε προξενούσα αισχύνην είναι ως σαπρία εις τα οστά αυτού.
γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός
5 Οι λογισμοί των δικαίων είναι ευθύτης· αι δε βουλαί των ασεβών δόλος.
λογισμοὶ δικαίων κρίματα κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους
6 Οι λόγοι των ασεβών ενεδρεύουσιν αίμα· το δε στόμα των ευθέων θέλει ελευθερώσει αυτούς.
λόγοι ἀσεβῶν δόλιοι στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς
7 Οι ασεβείς καταστρέφονται και δεν υπάρχουσιν· ο οίκος δε των δικαίων θέλει διαμένει.
οὗ ἐὰν στραφῇ ἀσεβὴς ἀφανίζεται οἶκοι δὲ δικαίων παραμένουσιν
8 Ο άνθρωπος εγκωμιάζεται κατά την σύνεσιν αυτού· ο δε διεστραμμένος την καρδίαν θέλει είσθαι εις καταφρόνησιν.
στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται
9 Καλήτερος ο άνθρωπος ο μη τιμώμενος και επαρκών εις εαυτόν, παρά ο κενοδοξών και στερούμενος άρτου.
κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου
10 Ο δίκαιος επιμελείται την ζωήν του κτήνους αυτού· τα δε σπλάγχνα των ασεβών είναι ανελεήμονα.
δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα
11 Ο εργαζόμενος την γην αυτού θέλει χορτασθή άρτον· ο δε ακολουθών τους ματαιόφρονας είναι ενδεής φρενών.
ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν
12 Ο ασεβής ζητεί την υπεράσπισιν των κακών· αλλ' η ρίζα του δικαίου αναδίδει.
ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν
13 Δι' αμαρτίαν χειλέων παγιδεύεται ο ασεβής· ο δε δίκαιος εξέρχεται εκ στενοχωρίας.
δῑ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος ὁ βλέπων λεῖα ἐλεηθήσεται ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς
14 Εκ των καρπών του στόματος αυτού ο άνθρωπος θέλει εμπλησθή αγαθών· και η αμοιβή των χειρών του ανθρώπου θέλει επιστρέψει εις αυτόν.
ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ
15 Η οδός του άφρονος είναι ορθή εις τους οφθαλμούς αυτού· ο δε ακούων συμβουλάς είναι σοφός.
ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν εἰσακούει δὲ συμβουλίας σοφός
16 Ο άφρων φανερόνει ευθύς την οργήν αυτού· ο δε φρόνιμος σκεπάζει το όνειδος αυτού.
ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος
17 Ο λαλών αλήθειαν αναγγέλλει το δίκαιον· ο δε ψευδομάρτυς δόλον.
ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος
18 Ο φλύαρος είναι ως τραύματα μαχαίρας· η δε γλώσσα των σοφών, ίασις.
εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ γλῶσσαι δὲ σοφῶν ἰῶνται
19 Τα χείλη της αληθείας θέλουσιν είσθαι σταθερά διαπαντός· η δε ψευδής γλώσσα μόνον στιγμιαία.
χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον
20 Δόλος είναι εν τη καρδία των μηχανευομένων κακά· ευφροσύνη δε εις τους βουλευομένους ειρήνην.
δόλος ἐν καρδίᾳ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται
21 Ουδεμία βλάβη θέλει συμβή εις τον δίκαιον· οι δε ασεβείς θέλουσιν εμπλησθή κακών.
οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν
22 Ψευδή χείλη βδέλυγμα εις τον Κύριον· οι δε ποιούντες αλήθειαν είναι δεκτοί εις αυτόν.
βδέλυγμα κυρίῳ χείλη ψευδῆ ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ
23 Ο φρόνιμος άνθρωπος καλύπτει γνώσιν· η δε καρδία των αφρόνων διακηρύττει μωρίαν.
ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς
24 Η χειρ των επιμελών θέλει εξουσιάζει· οι δε οκνηροί θέλουσιν είσθαι υποτελείς.
χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν
25 Η λύπη εν τη καρδία του ανθρώπου ταπεινόνει αυτήν· ο δε καλός λόγος ευφραίνει αυτήν.
φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν
26 Ο δίκαιος υπερέχει του πλησίον αυτού· η δε οδός των ασεβών πλανά αυτούς.
ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς
27 Ο οκνηρός δεν επιτυγχάνει του θηράματος αυτού· τα δε υπάρχοντα του επιμελούς ανθρώπου είναι πολύτιμα.
οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός
28 Εν τη οδώ της δικαιοσύνης είναι ζωή· και η πορεία της οδού αυτής δεν φέρει εις θάνατον.
ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον

< Παροιμίαι 12 >