< Προς Φιλιππησιους 4 >

1 Όθεν, αδελφοί μου αγαπητοί και επιπόθητοι, χαρά και στέφανός μου, ούτω στέκεσθε εν Κυρίω, αγαπητοί.
Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
2 Παρακαλώ την Ευωδίαν, παρακαλώ και την Συντύχην, να φρονώσι το αυτό εν Κυρίω·
Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.
3 και παρακαλώ και σε, σύντροφε γνήσιε, βοήθει αυτάς αίτινες συνηγωνίσθησαν μετ' εμού εις το ευαγγέλιον ομού και με τον Κλήμεντα και τους λοιπούς συνεργούς μου, των οποίων τα ονόματα είναι εν βιβλίω ζωής.
Καὶ ἐρωτῶ καί σε, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
4 Χαίρετε εν Κυρίω πάντοτε· πάλιν θέλω ειπεί, Χαίρετε.
Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
5 Η επιείκειά σας ας γείνη γνωστή εις πάντας τους ανθρώπους. Ο Κύριος είναι πλησίον.
Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς.
6 Μη μεριμνάτε περί μηδενός, αλλ' εν παντί πράγματι ας γνωρίζωνται τα ζητήματά σας προς τον Θεόν μετ' ευχαριστίας διά της προσευχής και της δεήσεως.
Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
7 Και η ειρήνη του Θεού η υπερέχουσα πάντα νούν θέλει διαφυλάξει τας καρδίας σας και τα διανοήματά σας διά του Ιησού Χριστού.
Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8 Το λοιπόν, αδελφοί, όσα είναι αληθή, όσα σεμνά, όσα δίκαια, όσα καθαρά, όσα προσφιλή, όσα εύφημα, αν υπάρχη τις αρετή και εάν τις έπαινος, ταύτα συλλογίζεσθε·
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
9 εκείνα τα οποία και εμάθετε και παρελάβετε και ηκούσατε και είδετε εν εμοί, ταύτα πράττετε και ο Θεός της ειρήνης θέλει είσθαι μεθ' υμών.
Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
10 Εχάρην δε εν Κυρίω μεγάλως ότι τώρα τέλος πάντων εδείξατε αναθάλλουσαν την υπέρ εμού φροντίδα· περί του οποίου και εφροντίζετε, πλην δεν είχετε ευκαιρίαν.
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
11 Ουχί ότι λέγω τούτο διότι υστερούμαι· επειδή εγώ έμαθον να ήμαι αυτάρκης εις όσα έχω.
Οὐχ ὅτι καθ᾿ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμί, αὐτάρκης εἶναι.
12 Εξεύρω να ταπεινόνωμαι, εξεύρω και να περισσεύωμαι· εν παντί τόπω και κατά πάντα είμαι δεδιδαγμένος και να χορτάζωμαι και να πεινώ, και να περισσεύωμαι και να υστερώμαι·
Οἶδα δὲ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.
13 τα πάντα δύναμαι διά του ενδυναμούντός με Χριστού.
Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
14 Πλην καλώς επράξατε γενόμενοι συγκοινωνοί εις την θλίψιν μου.
Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
15 Εξεύρετε δε και σεις, Φιλιππήσιοι, ότι εν αρχή του ευαγγελίου, ότε εξήλθον από Μακεδονίας, ουδεμία εκκλησία συνεκοινώνησε μετ' εμού περί δόσεως και λήψεως, ειμή σεις μόνοι,
Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι·
16 διότι και εν Θεσσαλονίκη και άπαξ και δις μοι επέμψατε εις την χρείαν μου.
ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
17 Ουχί ότι ζητώ το δώρον, αλλά ζητώ τον καρπόν τον πλεονάζοντα εις λογαρισμόν σας.
Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾿ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
18 Έχω όμως πάντα και περισσεύομαι· ενεπλήσθην δεχθείς παρά του Επαφροδίτου τα σταλέντα από σας, οσμήν ευωδίας, θυσίαν δεκτήν, ευάρεστον εις τον Θεόν.
Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾿ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ.
19 Ο δε Θεός μου θέλει εκπληρώσει πάσαν χρείαν σας κατά τον πλούτον αυτού εν δόξη διά Ιησού Χριστού.
Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.
20 Εις δε τον Θεόν και Πατέρα ημών έστω η δόξα εις τους αιώνας των αιώνων· αμήν. (aiōn g165)
Τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
21 Ασπάσθητε πάντα άγιον εν Χριστώ Ιησού. Σας ασπάζονται οι μετ' εμού αδελφοί.
Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22 Σας ασπάζονται πάντες οι άγιοι, μάλιστα δε οι εκ της οικίας του Καίσαρος.
Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
23 Η χάρις του Κυρίου ημών Ιησού Χριστού είη μετά πάντων υμών· αμήν.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι᾽ Ἐπαφροδίτου.

< Προς Φιλιππησιους 4 >