< Ὀβδιού 1 >
1 Όρασις Αβδιού. Ούτω λέγει Κύριος ο Θεός περί του Εδώμ· Ηκούσαμεν αγγελίαν παρά Κυρίου και μηνυτής απεστάλη προς τα έθνη, Εγέρθητε και ας εγερθώμεν εναντίον αυτού εις πόλεμον.
ὅρασις Αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον
2 Ιδού, σε κατέστησα μικρόν μεταξύ των εθνών· είσαι καταπεφρονημένος σφόδρα.
ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα
3 Η υπερηφανία της καρδίας σου ηπάτησε σε τον κατοικούντα εν τοις κοιλώμασι των κρημνών, του οποίου η κατοικία είναι υψηλή, όστις λέγει εν τη καρδία αυτού, Τις θέλει με καταβιβάσει εις την γην;
ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν
4 Εάν μετεωρισθής ως αετός και εάν θέσης την φωλεάν σου αναμέσον των άστρων, και εκείθεν θέλω σε καταβιβάσει, λέγει Κύριος.
ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος
5 Εάν κλέπται ήρχοντο προς σε, εάν λησταί διά νυκτός -πως εξηλείφθης- δεν ήθελον αρπάσει το αρκούν εις αυτούς; εάν τρυγηταί ήρχοντο προς σε, δεν ήθελον αφήσει επιφυλλίδας;
εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα
6 Πως εξηρευνήθη ο Ησαύ· απεκαλύφθησαν οι κρυψώνες αυτού.
πῶς ἐξηρευνήθη Ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα
7 Πάντες οι άνδρες της συμμαχίας σου σε συνώδευσαν έως του ορίου σου· οι άνθρωποι, οίτινες ήσαν εν ειρήνη μετά σου, σε ηπάτησαν και υπερίσχυσαν εναντίον σου· οι τρώγοντες τον άρτον σου έβαλον ενέδραν υποκάτω σου· δεν υπάρχει σύνεσις εν αυτώ.
ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς
8 Εν τη ημέρα εκείνη, λέγει Κύριος, δεν θέλω απολέσει και τους σοφούς από του Εδώμ και την σύνεσιν από του όρους του Ησαύ;
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ
9 Και οι μαχηταί σου, Θαιμάν, θέλουσι πτοηθή, διά να εκκοπή εν σφαγή πας άνθρωπος εκ του όρους του Ησαύ.
καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ησαυ
10 Διά την αδικίαν την προς τον αδελφόν σου Ιακώβ θέλει σε καλύψει αισχύνη και θέλεις εκκοπή διαπαντός.
διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα
11 Εν τη ημέρα καθ' ην ίστασο απέναντι, τη ημέρα καθ' ην οι αλλογενείς έφεραν εις αιχμαλωσίαν το στράτευμα αυτού και οι αλλότριοι εισήλθον εις τας πύλας αυτού και έβαλον κλήρους επί την Ιερουσαλήμ, έσο και συ ως εις αυτών.
ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν
12 Δεν έπρεπεν όμως να επιβλέπης εις την ημέραν του αδελφού σου, εις την ημέραν της αποξενώσεως αυτού, ουδέ να επιχαίρης κατά των υιών του Ιούδα εν τη ημέρα του αφανισμού αυτών, ουδέ να μεγαλορρημονής εν τη ημέρα της θλίψεως αυτών.
καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως
13 Δεν έπρεπε να εισέλθης εις την πύλην του λαού μου εν τη ημέρα της συμφοράς αυτών, ουδέ να θεωρής και συ την θλίψιν αυτών εν τη ημέρα της συμφοράς αυτών, ουδέ να επιβάλης χείρα επί την περιουσίαν αυτών εν τη ημέρα της συμφοράς αυτών,
μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν
14 ουδέ έπρεπε να σταθής επί τας διεξόδους, διά να αποκλείης τους διασωζομένους αυτού ουδέ να παραδώσης τους υπολοίπους αυτού εν τη ημέρα της θλίψεως αυτών
μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως
15 διότι εγγύς είναι η ημέρα του Κυρίου επί πάντα τα έθνη· καθώς έκαμες θέλει γείνει εις σέ· η ανταπόδοσίς σου θέλει στρέψει επί την κεφαλήν σου.
διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου
16 Διότι καθώς σεις επίετε επί το όρος το άγιόν μου, ούτω θέλουσι πίνει διαπαντός πάντα τα έθνη· ναι, θέλουσι πίνει και θέλουσιν εκροφεί και θέλουσιν είσθαι ως οι μη υπάρχοντες
διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες
17 Επί δε του όρους Σιών θέλει είσθαι σωτηρία και θέλει είσθαι άγιον· και ο οίκος Ιακώβ θέλει κατακληρονομήσει τας κληρονομίας αυτών·
ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς
18 και ο οίκος Ιακώβ θέλει είσθαι πυρ και ο οίκος Ιωσήφ φλόξ, ο δε οίκος Ησαύ ως καλάμη· και θέλουσιν εξαφθή κατ' αυτών και καταφάγει αυτούς· και δεν θέλει είσθαι υπόλοιπον του οίκου Ησαύ· διότι Κύριος ελάλησε.
καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ ὁ δὲ οἶκος Ιωσηφ φλόξ ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ησαυ διότι κύριος ἐλάλησεν
19 Και οι της μεσημβρίας θέλουσι κατακληρονομήσει το όρος του Ησαύ και οι της πεδινής τους Φιλισταίους· και θέλουσι κατακληρονομήσει τους αγρούς του Εφραΐμ και τους αγρούς της Σαμαρείας, ο δε Βενιαμίν την Γαλαάδ,
καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν
20 και το αιχμαλωτισθέν τούτο στράτευμα των υιών Ισραήλ την γην εκείνην των Χαναναίων έως Σαρεπτά, και οι αιχμαλωτισθέντες της Ιερουσαλήμ, οι εν Σεφαράδ, θέλουσι κατακληρονομήσει τας πόλεις του νότου·
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ
21 και θέλουσιν αναβή σωτήρες εις το όρος Σιών, διά να κρίνωσι το όρος του Ησαύ· και του Κυρίου θέλει είσθαι η βασιλεία.
καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία