< Ἀριθμοί 31 >
1 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Κάμε την εκδίκησιν των υιών Ισραήλ κατά των Μαδιανιτών· έπειτα θέλεις προστεθή εις τον λαόν σου.
ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου
3 Και ελάλησεν ο Μωϋσής προς τον λαόν, λέγων, Ας οπλισθώσιν από σας άνδρες εις πόλεμον και ας υπάγωσιν εναντίον του Μαδιάμ, διά να εκδικήσωσι τον Κύριον κατά του Μαδιάμ·
καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιαν
4 ανά χιλίους από πάσης φυλής, εκ πασών των φυλών του Ισραήλ, θέλετε αποστείλει εις τον πόλεμον.
χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι
5 Και εξηριθμήθησαν εκ των χιλιάδων του Ισραήλ χίλιοι από πάσης φυλής, δώδεκα χιλιάδες ώπλισμένοι εις πόλεμον.
καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν
6 Και απέστειλεν αυτούς ο Μωϋσής εις τον πόλεμον, χιλίους από πάσης φυλής, αυτούς και Φινεές τον υιόν του Ελεάζαρ του ιερέως, εις τον πόλεμον, μετά των σκευών των αγίων και μετά των σαλπίγγων του αλαλαγμού εις τας χείρας αυτού.
καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν
7 Και επολέμησαν εναντίον του Μαδιάμ, καθώς προσέταξε Κύριος εις τον Μωϋσήν, και εθανάτωσαν παν αρσενικόν.
καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν
8 Και εκτός των θανατωθέντων και τους βασιλείς του Μαδιάμ εθανάτωσαν, τον Ευΐ και τον Ρεκέμ και τον Σούρ και τον Ουρ και τον Ρεβά, πέντε βασιλείς του Μαδιάμ· και τον Βαλαάμ υιόν του Βεώρ εθανάτωσαν εν μαχαίρα.
καὶ τοὺς βασιλεῖς Μαδιαν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλεῖς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν
9 Και ηχμαλώτισαν οι υιοί Ισραήλ τας γυναίκας του Μαδιάμ και τα παιδία αυτών, και πάντα τα κτήνη αυτών και πάντα τα ποίμνια αυτών και πάντα τα υπάρχοντα αυτών ελεηλάτησαν.
καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν
10 Και πάσας τας πόλεις αυτών κατά τας κατοικίας αυτών, και πάντας τους πύργους αυτών, κατέκαυσαν εν πυρί.
καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί
11 Και έλαβον πάντα τα λάφυρα και πάσαν την λεηλασίαν από ανθρώπου έως κτήνους.
καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
12 Και έφεραν προς τον Μωϋσήν και προς Ελεάζαρ τον ιερέα και προς την συναγωγήν των υιών Ισραήλ τους αιχμαλώτους, και τα λάφυρα και την λεηλασίαν, εις το στρατόπεδον, εις τας πεδιάδας του Μωάβ, τας παρά τον Ιορδάνην, κατέναντι της Ιεριχώ.
καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
13 Και εξήλθον ο Μωϋσής και Ελεάζαρ ο ιερεύς και πάντες οι άρχοντες της συναγωγής εις συνάντησιν αυτών έξω του στρατοπέδου.
καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς
14 Και εθυμώθη ο Μωϋσής εναντίον των αρχηγών του στρατεύματος, των χιλιάρχων και των εκατοντάρχων, των ελθόντων από της παρατάξεως του πολέμου·
καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου
15 και είπε προς αυτούς ο Μωϋσής, Ζώσας αφήσατε πάσας τας γυναίκας;
καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ
16 ιδού, αύται έγειναν αιτία εις τους υιούς Ισραήλ, κατά την συμβουλήν του Βαλαάμ, να ανομήσωσιν εναντίον του Κυρίου εις την υπόθεσιν του Φεγώρ, και έγεινεν η πληγή επί της συναγωγής του Κυρίου·
αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου
17 και τώρα θανατώσατε εκ των παιδίων πάντα τα αρσενικά, και θανατώσατε πάσας τας γυναίκας, όσαι εγνώρισαν άνδρα, κοιμηθείσαι μετ' αυτού·
καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε
18 πάντα όμως τα κοράσια, όσα δεν εγνώρισαν κοίτην ανδρός, φυλάξατε ζώντα δι' εαυτούς·
πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς
19 και μείνατε έξω του στρατοπέδου επτά ημέρας· όστις εθανάτωσεν άνθρωπον, και όστις ήγγισε πεφονευμένον, καθαρίσθητε σεις και οι αιχμάλωτοί σας την τρίτην ημέραν και την εβδόμην ημέραν·
καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν
20 και καθαρίσατε πάντα τα ιμάτια και πάντα τα σκεύη τα δερμάτινα και πάντα τα ειργασμένα εκ τριχών αιγός και πάντα τα ξύλινα σκεύη.
καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε
21 Και είπεν Ελεάζαρ ο ιερεύς προς τους πολεμιστάς τους ερχομένους εις τον πόλεμον, Τούτο είναι το πρόσταγμα του νόμου, τον οποίον προσέταξεν ο Κύριος εις τον Μωϋσήν·
καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν κύριος τῷ Μωυσῇ
22 πλην το χρυσίον και το αργύριον, τον χαλκόν, τον σίδηρον, τον κασσίτερον και τον μόλυβδον,
πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου
23 παν ό, τι δύναται να εμβή εις το πυρ, θέλετε περάσει διά του πυρός και θέλει είσθαι καθαρόν· πρέπει όμως να καθαρισθή και διά του ύδατος του καθαρισμού· και παν ό, τι δεν εμβαίνει εις το πυρ, θέλετε περάσει διά του ύδατος·
πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δῑ ὕδατος
24 και θέλετε πλύνει τα ιμάτιά σας την εβδόμην ημέραν και θέλετε είσθαι καθαροί· και μετά ταύτα θέλετε εισέλθει εις το στρατόπεδον.
καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν
25 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
26 Λάβε τον αριθμόν των λαφύρων της αιχμαλωσίας, από ανθρώπου έως κτήνους, συ και Ελεάζαρ ο ιερεύς και οι αρχηγοί των πατριών της συναγωγής·
λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς
27 και διαίρεσον τα λάφυρα εις δύο μεταξύ των πολεμιστών των εξελθόντων εις τον πόλεμον και πάσης της συναγωγής·
καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς
28 και αφαίρεσον διά τον Κύριον απόδομα εκ των ανδρών, των πολεμιστών, των εξελθόντων εις τον πόλεμον, ανά εν εκ πεντακοσίων, από ανθρώπων και από βοών και από όνων και από προβάτων·
καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν
29 από του ημίσεως αυτών θέλετε λάβει και δώσει εις Ελεάζαρ τον ιερέα προσφοράν του Κυρίου·
καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς κυρίου
30 και από του ημίσεως μεριδίον των υιών Ισραήλ θέλεις λάβει εν μερίδιον από πεντήκοντα, από ανθρώπων, από βοών, από όνων και από προβάτων, από παντός κτήνους, και θέλεις δώσει αυτά εις τους Λευΐτας, τους φυλάττοντας τας φυλακάς της σκηνής του Κυρίου.
καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ισραηλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ κυρίου
31 Και έκαμεν ο Μωϋσής και Ελεάζαρ ο ιερεύς καθώς προσέταξε Κύριος εις τον Μωϋσήν.
καὶ ἐποίησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
32 Και τα λάφυρα τα εναπολειφθέντα εκ της λεηλασίας, την οποίαν έκαμον οι άνδρες οι πολεμισταί, ήσαν πρόβατα εξακόσια, εβδομήκοντα πέντε χιλιάδες,
καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
33 και βόες εβδομήκοντα δύο χιλιάδες,
καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
34 και όνοι χιλιάδες εξήκοντα μία,
καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
35 και ψυχαί ανθρώπων, από των γυναικών αίτινες δεν εγνώρισαν κοίτην ανδρός, πάσαι αι ψυχαί, τριάκοντα δύο χιλιάδες.
καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες
36 Και το ήμισυ, το μερίδιον των εξελθόντων εις τον πόλεμον, ήτο κατά τον αριθμόν, τα πρόβατα τριακόσια τριάκοντα επτά χιλιάδες και πεντακόσια·
καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
37 και το απόδομα του Κυρίου από των προβάτων ήτο εξακόσια εβδομήκοντα πέντε·
καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε
38 και οι βόες τριάκοντα εξ χιλιάδες, και το απόδομα του Κυρίου εβδομήκοντα δύο·
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα
39 και οι όνοι τριάκοντα χιλιάδες και πεντακόσιοι, και το απόδομα του Κυρίου εις και εξήκοντα·
καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα
40 και ψυχαί ανθρώπων ήσαν δεκαέξ χιλιάδες, και το απόδομα του Κυρίου τριάκοντα δύο ψυχαί.
καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί
41 Και έδωκεν ο Μωϋσής το απόδομα, την προσφοράν του Κυρίου, εις Ελεάζαρ τον ιερέα, καθώς προσέταξε Κύριος εις τον Μωϋσήν.
καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
42 Και από του ημίσεως μεριδίου των υιών Ισραήλ, το οποίον ο Μωϋσής εξεχώρισεν από του μεριδίου των ανδρών των πολεμιστών·
ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν
43 και τούτο το ήμισυ της συναγωγής ήτο πρόβατα τριακόσια τριάκοντα επτά χιλιάδες και πεντακόσια,
καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
44 και βόες τριάκοντα εξ χιλιάδες,
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες
45 και όνοι τριάκοντα χιλιάδες και πεντακόσιοι,
ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
46 και ψυχαί ανθρώπων δεκαέξ χιλιάδες·
καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες
47 και έλαβεν ο Μωϋσής από του ημίσεως μεριδίου των υιών Ισραήλ ανά εν εκ πεντήκοντα, από ανθρώπων και από κτηνών, και έδωκεν αυτά εις τους Λευΐτας, τους φυλάττοντας τας φυλακάς της σκηνής του Κυρίου, καθώς προσέταξε Κύριος εις τον Μωϋσήν
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
48 Και προσήλθον εις τον Μωϋσήν οι αρχηγοί οι επί των χιλιάδων του στρατεύματος, χιλίαρχοι και εκατόνταρχοι,
καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι
49 και είπον προς τον Μωϋσήν, Οι δούλοί σου έλαβον τον αριθμόν των ανδρών των πολεμιστών των υπό την επιστασίαν ημών, και δεν λείπει εξ ημών ουδέ είς·
καὶ εἶπαν πρὸς Μωυσῆν οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς
50 και εφέραμε τα δώρα του Κυρίου, έκαστος ό, τι εύρηκε, σκεύη χρυσά, αλύσους και βραχιόλια, δακτυλίδια, ενώτια και περιδέραια, διά να γείνη εξιλέωσις υπέρ των ψυχών ημών ενώπιον του Κυρίου.
καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου
51 Και έλαβεν ο Μωϋσής και Ελεάζαρ ο ιερεύς το χρυσίον παρ' αυτών όλον εις σκεύη ειργασμένα.
καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν πᾶν σκεῦος εἰργασμένον
52 Και παν το χρυσίον της προσφοράς των χιλιάρχων και εκατοντάρχων, το οποίον προσέφεραν εις τον Κύριον, ήτο δεκαέξ χιλιάδες επτακόσιοι πεντήκοντα σίκλοι.
καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφεῖλον κυρίῳ ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων
53 Διότι οι άνδρες οι πολεμισταί είχον λαφυραγωγήσει έκαστος δι' εαυτόν.
καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ
54 Και έλαβεν ο Μωϋσής και Ελεάζαρ ο ιερεύς το χρυσίον παρά των χιλιάρχων και εκατοντάρχων και έφεραν αυτό εις την σκηνήν του μαρτυρίου εις μνημόσυνον των υιών Ισραήλ ενώπιον του Κυρίου.
καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου