< Ἀριθμοί 25 >
1 Και έμεινεν ο Ισραήλ εν Σιττείμ· και ήρχισεν ο λαός να πορνεύη μετά των θυγατέρων Μωάβ·
καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ
2 αίτινες προσεκάλεσαν τον λαόν εις τας θυσίας των θεών αυτών· και έφαγεν ο λαός και προσεκύνησε τους θεούς αυτών.
καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν
3 Και προσεκολλήθη ο Ισραήλ εις τον Βέελ-φεγώρ· και εξήφθη η οργή του Κυρίου κατά του Ισραήλ.
καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ
4 Και είπε Κύριος προς τον Μωϋσήν, Λάβε πάντας τους αρχηγούς του λαού και κρέμασον αυτούς ενώπιον του Κυρίου κατέναντι του ηλίου· διά να σηκωθή από του Ισραήλ η φλογερά οργή του Κυρίου.
καὶ εἶπεν κύριος τῷ Μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ
5 Και είπεν ο Μωϋσής προς τους κριτάς του Ισραήλ, Φονεύσατε έκαστος τους ανθρώπους αυτού, τους όσοι προσεκολλήθησαν εις τον Βέελ-φεγώρ.
καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ
6 Και ιδού, εις εκ των υιών Ισραήλ ήλθε φέρων εις τους αδελφούς αυτού γυναίκα Μαδιανίτιν, ενώπιον του Μωϋσέως και ενώπιον πάσης της συναγωγής των υιών Ισραήλ, ενώ έκλαιον εν τη θύρα της σκηνής του μαρτυρίου.
καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
7 Και ιδών Φινεές, ο υιός του Ελεάζαρ, υιού του Ααρών του ιερέως, εσηκώθη εκ μέσον της συναγωγής, και λαβών εις την χείρα αυτού δοράτιον,
καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
8 υπήγε κατόπιν του ανθρώπου του Ισραηλίτου εις την σκηνήν και διεπέρασεν αμφοτέρους, τον τε άνθρωπον τον Ισραηλίτην και την γυναίκα διά της κοιλίας αυτής. Και έπαυσεν η πληγή από των υιών Ισραήλ.
εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ
9 Ήσαν δε οι αποθανόντες εν τη πληγή εικοσιτέσσαρες χιλιάδες.
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες
10 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
11 Ο Φινεές, ο υιός του Ελεάζαρ, υιού Ααρών του ιερέως, απέστρεψε τον θυμόν μου από των υιών Ισραήλ, δείξας ζήλον υπέρ εμού μεταξύ αυτών, όθεν δεν εξωλόθρευσα τους υιούς Ισραήλ εν τη ζηλοτυπία μου·
Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου
12 διά τούτο ειπέ, Ιδού, εγώ δίδω εις αυτόν την διαθήκην μου της ειρήνης·
οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης
13 και θέλει είσθαι εις αυτόν και εις το σπέρμα αυτού μετ' αυτόν διαθήκη ιερατείας αιωνίου· διότι εστάθη ζηλωτής υπέρ του Θεού αυτού, και έκαμεν εξιλέωσιν υπέρ των υιών Ισραήλ.
καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ
14 Το δε όνομα του Ισραηλίτου του θανατωθέντος εκείνου, όστις εθανατώθη μετά της γυναικός της Μαδιανίτιδος, ήτο Ζιμβρί, υιός Σαλού, άρχοντος οικογενείας επισήμου μεταξύ των Συμεωνιτών.
τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων
15 Και το όνομα της γυναικός της Μαδιανίτιδος της θανατωθείσης ήτο Χασβί, θυγάτηρ του Σούρ, αρχηγού λαού, εξ επισήμου οικογενείας εν Μαδιάμ.
καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν
16 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων
17 Πολεμείτε τους Μαδιανίτας και πατάξατε αυτούς·
ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς
18 διότι αυτοί σας πολεμούσι με τας δολιότητας αυτών, με τας οποίας σας εδολιεύθησαν εις την υπόθεσιν του Φεγώρ και εις την υπόθεσιν της Χασβί θυγατρός του άρχοντος Μαδιανίτου, της αδελφής αυτών, ήτις εθανατώθη εν τη ημέρα της πληγής διά την υπόθεσιν του Φεγώρ.
ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ