< Ἀριθμοί 24 >

1 Και ιδών ο Βαλαάμ ότι ήτο αρεστόν ενώπιον του Κυρίου να ευλογήση τον Ισραήλ, δεν υπήγε, καθώς άλλοτε, να ζητήση μαντείας, αλλ' έστησε το πρόσωπον αυτού προς την έρημον.
καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον
2 Και ανύψωσεν ο Βαλαάμ τους οφθαλμούς αυτού και είδε τον Ισραήλ κατεσκηνωμένον κατά τας φυλάς αυτών· και ήλθεν επ' αυτόν το πνεύμα του Θεού.
καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ
3 Και αρχίσας την παραβολήν αυτού είπε, Βαλαάμ ο υιός του Βεώρ είπε, και ο άνθρωπος, ο έχων ανοικτούς τους οφθαλμούς αυτού, είπεν·
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
4 είπεν εκείνος, όστις ήκουσε τα λόγια του Θεού, Όστις είδεν όρασιν του Παντοδυνάμου, πεσών εις έκστασιν, έχων όμως ανοικτούς τους οφθαλμούς αυτού.
φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
5 Πόσον ώραίαι είναι αι κατοικίαι σου, Ιακώβ, αι σκηναί σου, Ισραήλ.
ὡς καλοί σου οἱ οἶκοι Ιακωβ αἱ σκηναί σου Ισραηλ
6 Ως κοιλάδες είναι εξηπλωμέναι, ως παράδεισοι εις όχθας ποταμού, ως δένδρα αλόης τα οποία εφύτευσεν ο Κύριος, ως κέδροι πλησίον των υδάτων.
ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ’ ὕδατα
7 Θέλει εκχέει ύδωρ εκ της αντλίας αυτού, και το σπέρμα αυτού θέλει είσθαι εις ύδατα πολλά, και ο βασιλεύς αυτού θέλει είσθαι υψηλότερος του Αγάγ, και η βασιλεία αυτού θέλει μεγαλυνθή.
ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ
8 Ο Θεός εξήγαγεν αυτόν εξ Αιγύπτου· έχει ως δύναμιν μονοκέρωτος· θέλει καταφάγει τα έθνη τους πολεμίους αυτού, και θέλει συντρίψει τα οστά αυτών, και θέλει κατατοξεύσει αυτούς με τα βέλη αυτού.
θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν
9 Αναπεσών, εκοιμήθη ως λέων, και ως σκύμνος λέοντος· τις θέλει εξεγείρει αυτόν; Ευλογημένος ο ευλογών σε και κατηραμένος ο καταρώμενός σε.
κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται
10 Και εξήφθη ο θυμός του Βαλάκ εναντίον του Βαλαάμ και συνεκρότησε τας χείρας αυτού· και είπεν ο Βαλάκ προς τον Βαλαάμ, διά να καταρασθής τους εχθρούς μου σε εκάλεσα· και ιδού, συ ευλογών ευλόγησας αυτούς τρίτην ταύτην φοράν·
καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο
11 τώρα λοιπόν φύγε εις τον τόπον σου· έλεγον να σε τιμήσω με τιμάς· αλλ' ιδού, ο Κύριος σε εστέρησε της τιμής.
νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης
12 Και είπεν ο Βαλαάμ προς τον Βαλάκ, Δεν είπον και προς τους απεσταλμένους σου, τους οποίους απέστειλας προς εμέ, λέγων,
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων
13 Και αν μοι δώση ο Βαλάκ την οικίαν αυτού πλήρη αργυρίου και χρυσίου, δεν δύναμαι να παραβώ την προσταγήν του Κυρίου, ώστε να κάμω καλόν ή κακόν απ' εμαυτού, αλλ' ό, τι ο Κύριος λαλήση, τούτο θέλω ειπεί;
ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ
14 και τώρα, ιδού, εγώ υπάγω προς τον λαόν μου· ελθέ λοιπόν να σοι φανερώσω τι θέλει κάμει ο λαός ούτος εις τον λαόν σου εις τας εσχάτας ημέρας.
καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν
15 Και αρχίσας την παραβολήν αυτού είπε, Βαλαάμ ο υιός του Βεώρ είπε, και ο άνθρωπος, ο έχων ανοικτούς τους οφθαλμούς αυτού, είπεν·
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
16 είπεν εκείνος, όστις ήκουσε τα λόγια του Θεού, και έλαβε την γνώσιν του Υψίστου, όστις είδεν όρασιν του Παντοδυνάμου, πεσών εις έκστασιν, έχων όμως ανοικτούς τους οφθαλμούς αυτού·
ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
17 Θέλω ιδεί αυτόν, αλλ' ουχί τώρα· θέλω θεωρήσει αυτόν, αλλ' ουχί εκ του πλησίον· θέλει ανατείλει άστρον εξ Ιακώβ, και θέλει αναστηθή σκήπτρον εκ του Ισραήλ, και θέλει πατάξει τους αρχηγούς Μωάβ, και εξολοθρεύσει πάντας τους υιούς του Σήθ·
δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ
18 και ο Εδώμ θέλει είσθαι κληρονομία, και ο Σηείρ θέλει είσθαι κληρονομία εις τους εχθρούς αυτού· και ο Ισραήλ θέλει πράξει εν ισχύϊ·
καὶ ἔσται Εδωμ κληρονομία καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι
19 και θέλει εξέλθει εξ Ιακώβ ο εξουσιάζων, και θέλει εξολοθρεύσει τον διασωθέντα εκ της πόλεως.
καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως
20 Και ιδών τον Αμαλήκ, ήρχισε την παραβολήν αυτού και είπεν, Ο Αμαλήκ είναι αρχή των εθνών· αλλ' εν τω τέλει αυτού θέλει αφανισθή.
καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν Αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται
21 Και ιδών τον Κεναίον, ήρχισε την παραβολήν αυτού και είπεν, Ισχυρά είναι η κατοικία σου, και θέτεις την φωλεάν σου επί την πέτραν·
καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου
22 πλην ο Κεναίος θέλει καταπορθηθή, εωσού σε φέρη αιχμάλωτον ο Ασσούρ.
καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν
23 Και επανέλαβε την παραβολήν αυτού και είπεν, Ω τις θέλει ζήσει, όταν ο Θεός κάμη τούτο;
καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ὦ ὦ τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός
24 Και πλοία θέλουσιν ελθεί από των παραλίων των Κητιαίων, και θέλουσι καταθλίψει τον Ασσούρ, και θέλουσι καταθλίψει τον Εβερ· αλλά και εκείνοι θέλουσιν εξαφανισθή.
καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται
25 Και σηκωθείς ο Βαλαάμ ανεχώρησε και επέστρεψεν εις τον τόπον αυτού· ο δε Βαλάκ απήλθε και αυτός εις την οδόν αυτού.
καὶ ἀναστὰς Βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ Βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν

< Ἀριθμοί 24 >