< Ἀριθμοί 19 >
1 Και ελάλησε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
2 Τούτο είναι το διάταγμα του νόμου, το οποίον ο Κύριος προσέταξε λέγων, Ειπέ προς τους υιούς Ισραήλ να φέρωσιν εις σε ξανθήν δάμαλιν άμωμον, μη έχουσαν ελάττωμα, επί της οποίας δεν επεβλήθη ζυγός·
αὕτη ἡ διαστολὴ τοῦ νόμου ὅσα συνέταξεν κύριος λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός
3 και θέλετε δώσει αυτήν εις τον Ελεάζαρ τον ιερέα και θέλει φέρει αυτήν έξω του στρατοπέδου· και θέλουσι σφάξει αυτήν ενώπιον αυτού.
καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ
4 Και θέλει λάβει Ελεάζαρ ο ιερεύς από του αίματος αυτής διά του δακτύλου αυτού και θέλει ραντίσει επτάκις από του αίματος αυτής κατ' έμπροσθεν του προσώπου της σκηνής του μαρτυρίου.
καὶ λήμψεται Ελεαζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις
5 Και θέλουσι καύσει την δάμαλιν ενώπιον αυτού· το δέρμα αυτής και το κρέας αυτής και το αίμα αυτής μετά της κόπρου αυτής θέλουσι καή.
καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται
6 Και ο ιερεύς θέλει λάβει ξύλον κέδρινον και ύσσωπον και κόκκινον και θέλει ρίψει αυτά εις το μέσον του κατακαύματος της δαμάλεως.
καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως
7 Τότε θέλει πλύνει τα ιμάτια αυτού ο ιερεύς και θέλει λούσει το σώμα αυτού εν ύδατι και μετά ταύτα θέλει εισέλθει εις το στρατόπεδον και θέλει είσθαι ακάθαρτος ο ιερεύς έως εσπέρας.
καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας
8 Και ο καίων αυτήν θέλει πλύνει τα ιμάτια αυτού εν ύδατι και θέλει λούσει το σώμα αυτού εν ύδατι και θέλει είσθαι ακάθαρτος έως εσπέρας.
καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
9 Και άνθρωπος καθαρός θέλει συνάξει την στάκτην της δαμάλεως και θέλει αποθέσει αυτήν έξω του στρατοπέδου εις τόπον καθαρόν· και θέλει φυλάττεσθαι διά την συναγωγήν των υιών Ισραήλ διά ύδωρ χωρισμού· τούτο είναι διά καθαρισμόν αμαρτίας.
καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν ὕδωρ ῥαντισμοῦ ἅγνισμά ἐστιν
10 Και ο συνάξας την στάκτην της δαμάλεως θέλει πλύνει τα ιμάτια αυτού και θέλει είσθαι ακάθαρτος έως εσπέρας· και τούτο θέλει είσθαι εις τους υιούς Ισραήλ και εις τους ξένους τους παροικούντας μεταξύ υμών εις νόμιμον αιώνιον.
καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον
11 Όστις εγγίση νεκρόν σώμα ανθρώπου, ούτος θέλει είσθαι ακάθαρτος επτά ημέρας.
ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας
12 Ούτος θέλει αγνισθή διά τούτου την τρίτην ημέραν και την ημέραν την εβδόμην θέλει είσθαι καθαρός· εάν όμως δεν αγνισθή την τρίτην ημέραν, ουδέ την εβδόμην ημέραν θέλει είσθαι καθαρός.
οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ καθαρὸς ἔσται
13 Όστις εγγίση νεκρόν σώμα οποιουδήποτε τεθνεώτος ανθρώπου και δεν αγνισθή, μιαίνει την σκηνήν του Κυρίου· και η ψυχή εκείνη θέλει εξολοθρευθή εκ του Ισραήλ· επειδή δεν ερραντίσθη επ' αυτόν το ύδωρ του χωρισμού, θέλει είσθαι ακάθαρτος· η ακαθαρσία αυτού μένει επ' αυτόν.
πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ τὴν σκηνὴν κυρίου ἐμίανεν ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν
14 Ούτος είναι ο νόμος όταν άνθρωπός τις αποθάνη εν σκηνή· Πάντες οι εισερχόμενοι εις την σκηνήν και πάντα τα εν τη σκηνή θέλουσιν είσθαι ακάθαρτα επτά ημέρας·
καὶ οὗτος ὁ νόμος ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας
15 και παν αγγείον ανοικτόν, μη έχον σκέπασμα δεδεμένον επάνωθεν αυτού, είναι ακάθαρτον.
καὶ πᾶν σκεῦος ἀνεῳγμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ’ αὐτῷ ἀκάθαρτά ἐστιν
16 Και όστις εγγίση εν τη πεδιάδι πεφονευμένον τινά διά μαχαίρας ή νεκρόν σώμα ή οστούν ανθρώπου ή μνήμα, θέλει είσθαι ακάθαρτος επτά ημέρας.
καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται
17 Και θέλουσι λάβει διά τον ακάθαρτον από της στάκτης της καυθείσης δαμάλεως διά καθαρισμόν της αμαρτίας, και θέλει χυθή επ' αυτήν ύδωρ ζων εις αγγείον.
καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ’ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος
18 Και άνθρωπος καθαρός θέλει λάβει ύσσωπον, και εμβάψας εις το ύδωρ θέλει ραντίσει επί την σκηνήν και πάντα τα σκεύη και επί τους ανθρώπους τους ευρεθέντας εκεί και επ' εκείνον όστις ήγγισεν οστούν ή πεφονευμένον ή νεκρόν ή μνήμα.
καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἐὰν ὦσιν ἐκεῖ καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος
19 Και ο καθαρός θέλει ραντίσει επί τον ακάθαρτον την τρίτην ημέραν και την εβδόμην ημέραν· την δε εβδόμην ημέραν θέλει αγνίσει αυτόν· και αυτός θέλει πλύνει τα ιμάτια αυτού και θέλει λουσθή εν ύδατι· και το εσπέρας θέλει είσθαι καθαρός.
καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
20 Ο δε άνθρωπος όστις είναι ακάθαρτος και δεν αγνισθή, η ψυχή εκείνη θέλει εξολοθρευθή εκ μέσου της συναγωγής· διότι το αγιαστήριον του Κυρίου εμίανε· το ύδωρ του χωρισμού δεν ερραντίσθη επ' αυτόν· αυτός είναι ακάθαρτος.
καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν
21 Και θέλει είσθαι εις αυτούς νόμιμον αιώνιον, ότι όστις ραντίση το ύδωρ του χωρισμού, θέλει πλύνει τα ιμάτια αυτού, και όστις εγγίση το ύδωρ του χωρισμού θέλει είσθαι ακάθαρτος έως εσπέρας.
καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον καὶ ὁ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
22 Και παν ό, τι εγγίση ο ακάθαρτος, τούτο θέλει είσθαι ακάθαρτον· και η ψυχή ήτις εγγίση αυτό, θέλει είσθαι ακάθαρτος έως εσπέρας.
καὶ παντός οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας