< Ἀριθμοί 16 >

1 Ο δε Κορέ ο υιός του Ισαάρ, υιού του Καάθ, υιού του Λευΐ, και Δαθάν και Αβειρών οι υιοί του Ελιάβ, και Ων ο υιός του Φαλέθ, υιοί Ρουβήν, εστασίασαν,
καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ καὶ Αυν υἱὸς Φαλεθ υἱοῦ Ρουβην
2 και εσηκώθησαν εναντίον του Μωϋσέως μετά διακοσίων πεντήκοντα ανθρώπων εκ των υιών Ισραήλ, αρχηγών της συναγωγής, συγκλήτων της βουλής, ανδρών ονομαστών·
καὶ ἀνέστησαν ἔναντι Μωυσῆ καὶ ἄνδρες τῶν υἱῶν Ισραηλ πεντήκοντα καὶ διακόσιοι ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί
3 και συνήχθησαν εναντίον του Μωϋσέως και εναντίον του Ααρών και είπον προς αυτούς, Αρκεί εις εσάς, διότι πάσα η συναγωγή, πάντες είναι άγιοι και ο Κύριος είναι μεταξύ αυτών· και διά τι υψόνεσθε υπεράνω της συναγωγής του Κυρίου;
συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ εἶπαν ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοῖς κύριος καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν κυρίου
4 Ακούσας δε ο Μωϋσής έπεσε κατά πρόσωπον αυτού·
καὶ ἀκούσας Μωυσῆς ἔπεσεν ἐπὶ πρόσωπον
5 και ελάλησε προς τον Κορέ και προς πάσαν την συνοδίαν αυτού, λέγων, Το πρωΐ θέλει φανερώσει ο Κύριος ποίοι είναι αυτού και ποίος άγιος και θέλει κάμει αυτόν να πλησιάση εις αυτόν· και όντινα εξέλεξε, τούτον θέλει κάμει να πλησιάση εις αυτόν.
καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτῷ προσηγάγετο πρὸς ἑαυτόν
6 Τούτο κάμετε, Λάβετε εις εαυτούς θυμιατήρια, ο Κορέ και πάσα η συνοδία αυτού·
τοῦτο ποιήσατε λάβετε ὑμῖν αὐτοῖς πυρεῖα Κορε καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ
7 και βάλετε επ' αυτά πυρ και επιθέσατε θυμίαμα επ' αυτά ενώπιον του Κυρίου αύριον· και ο άνθρωπος τον οποίον εκλέξη ο Κύριος, ούτος θέλει είσθαι άγιος. Αρκεί εις εσάς, υιοί Λευΐ.
καὶ ἐπίθετε ἐπ’ αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ’ αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον καὶ ἔσται ὁ ἀνήρ ὃν ἂν ἐκλέξηται κύριος οὗτος ἅγιος ἱκανούσθω ὑμῖν υἱοὶ Λευι
8 Και είπεν ο Μωϋσής προς τον Κορέ, Ακούσατε τώρα, υιοί Λευΐ.
καὶ εἶπεν Μωυσῆς πρὸς Κορε εἰσακούσατέ μου υἱοὶ Λευι
9 Μικρόν πράγμα είναι τούτο εις εσάς, ότι εξεχώρισεν εσάς ο Θεός του Ισραήλ από της συναγωγής του Ισραήλ, διά να σας φέρη πλησίον αυτού να κάμνητε την υπηρεσίαν της σκηνής του Κυρίου και να στέκησθε έμπροσθεν της συναγωγής, διά να υπηρετήτε εις αυτούς;
μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς Ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς
10 και αφού σε έφερε πλησίον εαυτού και πάντας τους αδελφούς σου τους υιούς Λευΐ μετά σου, σεις ζητείτε και την ιερατείαν;
καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σοῦ καὶ ζητεῖτε ἱερατεύειν
11 ούτω κάμνεις, συ και πάσα η συνοδία σου, οίτινες είσθε συνηθροισμένοι εναντίον του Κυρίου· και ο Ααρών τις είναι, ώστε να γογγύζητε εναντίον αυτού;
οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ’ αὐτοῦ
12 Και έστειλεν ο Μωϋσής να καλέση τον Δαθάν και τον Αβειρών τους υιούς Ελιάβ· οι δε είπον, Δεν αναβαίνομεν·
καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ καὶ εἶπαν οὐκ ἀναβαίνομεν
13 μικρόν είναι τούτο, ότι ανήγαγες ημάς εκ γης ρεούσης γάλα και μέλι, διά να θανατώσης ημάς εν τη ερήμω, και ότι ως άρχων θέλεις να κατεξουσιάζης ημάς;
μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς ῥεούσης γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι κατάρχεις ἡμῶν ἄρχων
14 αλλά συ δεν έφερες ημάς εις γην ρέουσαν γάλα και μέλι ουδέ έδωκας εις ημάς κληρονομίαν αγρών και αμπελώνων· τους οφθαλμούς των ανθρώπων τούτων θέλεις να εκβάλης; δεν αναβαίνομεν.
εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας οὐκ ἀναβαίνομεν
15 Και εβαρυθύμησεν ο Μωϋσής σφόδρα και είπε προς τον Κύριον, Μη επιβλέψης εις την προσφοράν αυτών· ουδέ ένα όνον απ' αυτών έλαβον ουδέ έβλαψα τινά εξ αυτών.
καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα καὶ εἶπεν πρὸς κύριον μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν
16 Και είπεν ο Μωϋσής προς τον Κορέ, Συ και πάσα η συνοδία σου να ήσθε ενώπιον του Κυρίου, συ, και αυτοί, και ο Ααρών, αύριον·
καὶ εἶπεν Μωυσῆς πρὸς Κορε ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον
17 και λάβετε έκαστος το θυμιατήριον αυτού και επιθέσατε θυμίαμα επ' αυτά και φέρετε ενώπιον του Κυρίου, έκαστος το θυμιατήριον αυτού, διακόσια πεντήκοντα θυμιατήρια· και συ, και ο Ααρών, έκαστος το θυμιατήριον αυτού.
καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ’ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ πεντήκοντα καὶ διακόσια πυρεῖα καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρεῖον αὐτοῦ
18 Και έλαβον έκαστος το θυμιατήριον αυτού και έβαλον επ' αυτά πυρ, και επέθεσαν επ' αυτά θυμίαμα και εστάθησαν εις την θύραν της σκηνής του μαρτυρίου μετά του Μωϋσέως και του Ααρών.
καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ’ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ααρων
19 Και συνήγαγεν εναντίον αυτών ο Κορέ πάσαν την συναγωγήν εις την θύραν της σκηνής του μαρτυρίου. Και η δόξα του Κυρίου εφάνη εις πάσαν την συναγωγήν.
καὶ ἐπισυνέστησεν ἐπ’ αὐτοὺς Κορε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ὤφθη ἡ δόξα κυρίου πάσῃ τῇ συναγωγῇ
20 Και ελάλησε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
21 Αποχωρίσθητε εκ μέσου της συναγωγής ταύτης, διά να εξαναλώσω αυτούς διά μιας.
ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ
22 Και έπεσαν κατά πρόσωπον αυτών, και είπον, Ω Θεέ, Θεέ των πνευμάτων πάσης σαρκός, εις άνθρωπος ημάρτησε και θέλεις οργισθή εναντίον πάσης της συναγωγής;
καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν θεὸς θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός εἰ ἄνθρωπος εἷς ἥμαρτεν ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου
23 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
24 Λάλησον προς την συναγωγήν, λέγων, Αναχωρήσατε από της σκηνής του Κορέ, του Δαθάν και του Αβειρών κυκλόθεν.
λάλησον τῇ συναγωγῇ λέγων ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορε
25 Και εσηκώθη ο Μωϋσής, και υπήγε προς τον Δαθάν και Αβειρών· και ηκολούθησαν αυτόν οι πρεσβύτεροι του Ισραήλ.
καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ισραηλ
26 Και ελάλησε προς την συναγωγήν λέγων, Αποχωρίσθητε ευθύς από των σκηνών των ασεβών τούτων ανθρώπων και μη εγγίσητε μηδέν εκ των όσα είναι αυτών, διά να μη αφανισθήτε εν μέσω πασών των αμαρτιών αυτών.
καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν
27 Ανεχώρησαν λοιπόν από της σκηνής του Κορέ, του Δαθάν και του Αβειρών κυκλόθεν· και ο Δαθάν και ο Αβειρών εξήλθον, και εστάθησαν εις την θύραν των σκηνών αυτών και αι γυναίκες αυτών και οι υιοί αυτών και αι οικογένειαι αυτών.
καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορε κύκλῳ καὶ Δαθαν καὶ Αβιρων ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν
28 Και είπεν ο Μωϋσής, Εκ τούτου θέλετε γνωρίσει ότι ο Κύριος με απέστειλε διά να πράξω πάντα τα έργα ταύτα, και ότι δεν έπραξα απ' εμαυτού.
καὶ εἶπεν Μωυσῆς ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ
29 Εάν οι άνθρωποι ούτοι αποθάνωσι τον κοινόν θάνατον πάντων των ανθρώπων, ή εάν γείνη ανταπόδοσις εις αυτούς κατά την ανταπόδοσιν πάντων των ανθρώπων, δεν με απέστειλεν ο Κύριος·
εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι εἰ καὶ κατ’ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν οὐχὶ κύριος ἀπέσταλκέν με
30 εάν όμως ο Κύριος κάμη θαύμα, και ανοίξη η γη το στόμα αυτής και καταπίη αυτούς και πάντα τα αυτών και καταβώσι ζώντες εις τον άδην, τότε θέλετε γνωρίσει ότι παρώξυναν οι άνθρωποι ούτοι τον Κύριον. (Sheol h7585)
ἀλλ’ ἢ ἐν φάσματι δείξει κύριος καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς καὶ καταβήσονται ζῶντες εἰς ᾅδου καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον (Sheol h7585)
31 Και ως έπαυσε λαλών πάντας τους λόγους τούτους, εσχίσθη το έδαφος το υποκάτω αυτών.
ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν
32 Και η γη ήνοιξε το στόμα αυτής και κατέπιεν αυτούς και τους οίκους αυτών και πάντας τους ανθρώπους τους μετά του Κορέ και πάσαν την περιουσίαν αυτών.
καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν
33 Και κατέβησαν αυτοί και πάντα τα αυτών ζώντες εις τον άδην, και η γη εκλείσθη επάνωθεν αυτών· και ηφανίσθησαν εκ μέσου της συναγωγής. (Sheol h7585)
καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς (Sheol h7585)
34 Και πας ο Ισραήλ ο πέριξ αυτών έφυγον εις την βοήν αυτών, λέγοντες, Μήπως καταπίη και ημάς η γη.
καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν ὅτι λέγοντες μήποτε καταπίῃ ἡμᾶς ἡ γῆ
35 Και πυρ εξήλθε παρά Κυρίου και κατέφαγε τους διακοσίους πεντήκοντα άνδρας τους προσφέροντας το θυμίαμα.
καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα
36 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν
37 Ειπέ προς τον Ελεάζαρ τον υιόν Ααρών του ιερέως, να λάβη τα θυμιατήρια από της πυρκαϊάς και το πυρ σκόρπισον εκεί· διότι είναι ηγιασμένα,
καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν
38 τα θυμιατήρια τούτων των αμαρτησάντων εναντίον εις τας ψυχάς αυτών· και ας κάμωσιν αυτά πλάκας διά κάλυμμα του θυσιαστηρίου· επειδή ούτοι προσέφεραν αυτά ενώπιον του Κυρίου, διά τούτο είναι ηγιασμένα· και θέλουσιν είσθαι διά σημείον εις τους υιούς Ισραήλ.
τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ
39 Και έλαβεν Ελεάζαρ ο ιερεύς τα χάλκινα θυμιατήρια, τα οποία προσέφεραν οι καυθέντες· και έκαμον αυτά πλάκας διά να καλύψωσι το θυσιαστήριον·
καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ
40 προς μνημόσυνον εις τους υιούς Ισραήλ, ώστε μηδείς αλλογενής, μη ων εκ του σπέρματος του Ααρών, να μη πλησιάζη διά να προσφέρη θυμίαμα ενώπιον του Κυρίου, διά να μη γείνη ως ο Κορέ και ως η συνοδία αυτού, καθώς είπε Κύριος προς αυτόν διά χειρός του Μωϋσέως.
μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ
41 Την δε ακόλουθον ημέραν πάσα η συναγωγή των υιών Ισραήλ εγόγγυσαν εναντίον του Μωϋσέως και του Ααρών, λέγοντες, Σεις εφονεύσατε τον λαόν του Κυρίου.
καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου
42 Και ενώ η συναγωγή ήτο συνηθροισμένη εναντίον του Μωϋσέως και εναντίον του Ααρών, ανέβλεψαν προς την σκηνήν του μαρτυρίου, και ιδού, η νεφέλη εσκέπασεν αυτήν, και εφάνη η δόξα του Κυρίου.
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου
43 Και ήλθεν ο Μωϋσής και ο Ααρών έμπροσθεν της σκηνής του μαρτυρίου.
καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου
44 Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων·
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
45 Αποσύρθητε εκ μέσου της συναγωγής ταύτης, διά να αναλώσω αυτούς διά μιας. Και έπεσον κατά πρόσωπον αυτών.
ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν
46 Και είπεν ο Μωϋσής προς τον Ααρών, Λάβε το θυμιατήριον και βάλε πυρ εις αυτό εκ του θυσιαστηρίου και επίθες θυμίαμα και ύπαγε ταχέως εις την συναγωγήν και κάμε εξιλέωσιν υπέρ αυτών· διότι εξήλθεν οργή παρά του Κυρίου· η πληγή ήρχισε.
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν
47 Και έλαβε το θυμιατήριον ο Ααρών, καθώς ελάλησεν ο Μωϋσής, και έδραμεν εις το μέσον της συναγωγής· και ιδού, η πληγή είχεν αρχίσει εν τω λαώ· και επέθεσε θυμίαμα και έκαμεν εξιλέωσιν υπέρ του λαού.
καὶ ἔλαβεν Ααρων καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
48 Και εστάθη αναμέσον των αποθανόντων και των ζώντων, και έπαυσεν η θραύσις.
καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν ἡ θραῦσις
49 Ήσαν δε οι αποθανόντες εις την θραύσιν δεκατέσσαρες χιλιάδες και επτακόσιοι, εκτός των αποθανόντων εξ αιτίας του Κορέ.
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε
50 Και επέστρεψεν ο Ααρών προς τον Μωϋσήν, εις την θύραν της σκηνής του μαρτυρίου· και έπαυσεν η θραύσις.
καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραῦσις

< Ἀριθμοί 16 >