< Ἀριθμοί 14 >
1 Και πάσα η συναγωγή υψώσασα την φωνήν αυτής εβόησε· και έκλαυσεν ο λαός την νύκτα εκείνην.
καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην
2 Και πάντες οι υιοί Ισραήλ εγόγγυζον κατά του Μωϋσέως και του Ααρών, και είπε προς αυτούς πάσα η συναγωγή, Είθε να απεθνήσκομεν εν γη Αιγύπτου· ή εν τη ερήμω ταύτη είθε να απεθνήσκομεν·
καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν
3 και διά τι μας έφερεν ο Κύριος εις την γην ταύτην να πέσωμεν διά μαχαίρας, να γείνωσι διαρπαγή αι γυναίκες και τα τέκνα ημών; δεν ήτο καλήτερον εις ημάς να επιστρέψωμεν εις την Αίγυπτον;
καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον
4 Και έλεγεν ο εις προς τον άλλον, Ας κάμωμεν αρχηγόν και ας επιστρέψωμεν εις την Αίγυπτον.
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον
5 Τότε έπεσεν ο Μωϋσής και ο Ααρών κατά πρόσωπον αυτών ενώπιον όλου του πλήθους της συναγωγής των υιών Ισραήλ.
καὶ ἔπεσεν Μωυσῆς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ισραηλ
6 Και Ιησούς ο υιός του Ναυή και Χάλεβ ο υιός του Ιεφοννή, εκ των κατασκοπευσάντων την γην, διέσχισαν τα ιμάτια αυτών·
Ἰησοῦς δὲ ὁ τοῦ Ναυη καὶ Χαλεβ ὁ τοῦ Ιεφοννη τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν
7 και είπον προς πάσαν την συναγωγήν των υιών Ισραήλ λέγοντες, Η γη, την οποίαν διεπεράσαμεν διά να κατασκοπεύσωμεν αυτήν, είναι γη αγαθή σφόδρα σφόδρα·
καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγοντες ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα
8 εάν ο Κύριος ευαρεστήται εις ημάς, τότε θέλει φέρει εμάς εις την γην ταύτην και θέλει δώσει αυτήν εις ημάς, γην ρέουσαν γάλα και μέλι·
εἰ αἱρετίζει ἡμᾶς κύριος εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι
9 μόνον μη αποστατείτε κατά του Κυρίου μηδέ φοβείσθε τον λαόν της γής· διότι αυτοί είναι ψωμίον δι' ημάς· η σκέπη αυτών απεσύρθη επάνωθεν αυτών, και ο Κύριος είναι μεθ' ημών· μη φοβείσθε αυτούς.
ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ’ αὐτῶν ὁ δὲ κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς
10 Και είπε πάσα η συναγωγή να λιθοβολήσωσιν αυτούς με λίθους· Και η δόξα του Κυρίου επεφάνη επί τη σκηνή του μαρτυρίου εις πάντας τους υιούς Ισραήλ.
καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ
11 Και είπε Κύριος προς τον Μωϋσήν, Έως πότε θέλει με παροργίζει ο λαός ούτος; και έως πότε δεν θέλουσι πιστεύει εις εμέ, μετά πάντα τα σημεία τα οποία έκαμα εν μέσω αυτών;
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς
12 θέλω πατάξει αυτούς με θανατικόν και θέλω εξολοθρεύσει αυτούς, και σε θέλω κάμει εις έθνος μεγαλήτερον και δυνατώτερον αυτών.
πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο
13 Και είπεν ο Μωϋσής προς τον Κύριον, Τότε η Αίγυπτος θέλει ακούσει διότι συ ανεβίβασας τον λαόν τούτον εν τη δυνάμει σου εκ μέσου αυτών·
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν
14 και θέλουσιν ειπεί τούτο προς τους κατοίκους της γης ταύτης· οίτινες ήκουσαν ότι συ, Κύριε, είσαι εν μέσω του λαού τούτου, ότι συ, Κύριε, φαίνεσαι πρόσωπον προς πρόσωπον, και η νεφέλη σου ίσταται επ' αυτούς, και συ προπορεύεσαι αυτών την ημέραν εν στύλω νεφέλης, την δε νύκτα εν στύλω πυρός.
ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάζῃ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ’ αὐτῶν καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα
15 Εάν λοιπόν θανατώσης τον λαόν τούτον ως ένα άνθρωπον, τότε τα έθνη, τα οποία ήκουσαν το όνομά σου, θέλουσιν ειπεί λέγοντες,
καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐροῦσιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες
16 Επειδή δεν ηδύνατο ο Κύριος να φέρη τον λαόν τούτον εις την γην, την οποίαν ώμοσε προς αυτούς, διά τούτο κατέστρεψεν αυτούς εν τη ερήμω.
παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
17 Και τώρα, δέομαί σου, ας μεγαλυνθή η δύναμις του Κυρίου μου καθ' ον τρόπον είπας λέγων,
καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἶπας λέγων
18 Ο Κύριος είναι μακρόθυμος και πολυέλεος, συγχωρών ανομίαν και παράβασιν, και όστις κατ' ουδένα τρόπον δεν θέλει αθωώσει τον ένοχον, ανταποδίδων την ανομίαν των πατέρων επί τα τέκνα έως τρίτης και τετάρτης γενεάς.
κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης
19 Συγχώρησον, δέομαι, την ανομίαν του λαού τούτου κατά το μέγα έλεός σου και καθώς συνεχώρησας τον λαόν τούτον από της Αιγύπτου μέχρι του νυν.
ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ’ Αἰγύπτου ἕως τοῦ νῦν
20 Και είπε Κύριος, Συνεχώρησα αυτούς κατά τον λόγον σου·
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου
21 αλλά ζω εγώ, και θέλει εμπλησθή πάσα η γη από της δόξης του Κυρίου.
ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν γῆν
22 Επειδή πάντες οι άνδρες, οι ιδόντες την δόξαν μου και τα σημείά μου, τα οποία έκαμον εν τη Αιγύπτω και εν τη ερήμω, με παρώργισαν ήδη δεκάκις και δεν υπήκουσαν εις την φωνήν μου,
ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς
23 βεβαίως δεν θέλουσιν ιδεί την γην, την οποίαν ώμοσα προς τους πατέρας αυτών· ουδείς εκ των παροργισάντων με θέλει ιδεί αυτήν.
ἦ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν ἀλλ’ ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστιν μετ’ ἐμοῦ ὧδε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πᾶς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γῆν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν
24 Τον δε δούλον μου Χάλεβ, επειδή έχει εν εαυτώ άλλο πνεύμα και με ηκολούθησεν εντελώς, τούτον θέλω φέρει εις την γην εις την οποίαν εισήλθε, και το σπέρμα αυτού θέλει κληρονομήσει αυτήν.
ὁ δὲ παῖς μου Χαλεβ ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν
25 Οι δε Αμαληκίται και οι Χαναναίοι κατοικούσιν εν τη κοιλάδι. Αύριον στρέψατε και υπάγετε εις την έρημον κατά την οδόν της Ερυθράς θαλάσσης.
ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν
26 Και είπε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών λέγων,
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
27 Έως πότε θέλω υποφέρει την συναγωγήν ταύτην την πονηράν, όσα αυτοί γογγύζουσιν εναντίον μου; ήκουσα τους γογγυσμούς των υιών Ισραήλ, τους οποίους γογγύζουσιν εναντίον μου.
ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμῶν ἀκήκοα
28 Ειπέ προς αυτούς, Ζω εγώ, λέγει ο Κύριος, καθώς σεις ελαλήσατε εις τα ώτα μου, ούτω βεβαίως θέλω κάμει εις εσάς·
εἰπὸν αὐτοῖς ζῶ ἐγώ λέγει κύριος ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου οὕτως ποιήσω ὑμῖν
29 τα πτώματά σας θέλουσι πέσει εν τη ερήμω ταύτη· και πάντες οι απηριθμημένοι από σας καθ' όλον τον αριθμόν σας, από είκοσι ετών και επάνω, όσοι εγόγγυσαν εναντίον μου,
ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ’ ἐμοί
30 βεβαίως δεν θέλετε εισέλθει σεις εις την γην, περί της οποίας ώμοσα να σας κατοικίσω εν αυτή, εκτός του Χάλεβ υιού του Ιεφοννή και του Ιησού υιού του Ναυή·
εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ’ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ’ αὐτῆς ἀλλ’ ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
31 αλλά τα παιδία σας, τα οποία είπετε ότι θέλουσι γίνει εις διαρπαγήν, ταύτα θέλω εισαγάγει, και θέλουσι γνωρίσει την γην την οποίαν σεις κατεφρονήσατε·
καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γῆν καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ’ αὐτῆς
32 τα δε πτώματα υμών θέλουσι πέσει εν τη ερήμω ταύτη·
καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ
33 και τα τέκνα σας θέλουσι περιπλανάσθαι εν τη ερήμω τεσσαράκοντα έτη και θέλουσι φέρει εαυτά την ποινήν της πορνείας σας, εωσού διαφθαρώσι τα πτώματά σας εν τη ερήμω·
οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ
34 κατά τον αριθμόν των ημερών εις τας οποίας κατεσκοπεύσατε την γην, ημέρας τεσσαράκοντα, εκάστης ημέρας λογιζομένης δι' εν έτος, τεσσαράκοντα έτη θέλετε φέρει εφ' εαυτούς τας ανομίας σας, και θέλετε γνωρίσει την εγκατάλειψίν μου.
κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν τεσσαράκοντα ἡμέρας ἡμέραν τοῦ ἐνιαυτοῦ λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου
35 Εγώ ο Κύριος ελάλησα· βεβαίως θέλω κάμει τούτο εις πάσαν την συναγωγήν την πονηράν ταύτην, την επισυνηγμένην επ' εμέ· εν τη ερήμω ταύτη θέλουσιν εξολοθρευθή και εκεί θέλουσιν αποθάνει.
ἐγὼ κύριος ἐλάλησα ἦ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ’ ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται
36 Και οι άνθρωποι, τους οποίους απέστειλεν ο Μωϋσής διά να κατασκοπεύσωσι την γην, οίτινες επιστρέψαντες έκαμον πάσαν την συναγωγήν να γογγύση εναντίον αυτού, δυσφημούντες την γην,
καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ’ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς
37 και οι άνθρωποι εκείνοι, οίτινες εδυσφήμησαν την γην, απέθανον εν τη πληγή ενώπιον του Κυρίου.
καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι κυρίου
38 Ιησούς δε ο υιός του Ναυή και Χάλεβ ο υιός του Ιεφοννή έζησαν, εκ των ανθρώπων εκείνων οίτινες υπήγαν να κατασκοπεύσωσι την γην.
καὶ Ἰησοῦς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν
39 Και ελάλησεν ο Μωϋσής τους λόγους τούτους προς πάντας τους υιούς Ισραήλ· και επένθησεν ο λαός σφόδρα.
καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα
40 Και σηκωθέντες ενωρίς το πρωΐ, ανέβησαν εις την κορυφήν του όρους, λέγοντες, Ιδού, ημείς, και θέλομεν αναβή εις τον τόπον τον οποίον μας υπεσχέθη ο Κύριος· διότι ημαρτήσαμεν.
καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν κύριος ὅτι ἡμάρτομεν
41 Και είπεν ο Μωϋσής, Διά τι σεις παραβαίνετε την προσταγήν του Κυρίου; τούτο βεβαίως δεν θέλει ευοδοθή·
καὶ εἶπεν Μωυσῆς ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα κυρίου οὐκ εὔοδα ἔσται ὑμῖν
42 μη αναβαίνετε· διότι δεν είναι ο Κύριος μεθ' υμών· διά να μη κτυπηθήτε έμπροσθεν των εχθρών σας·
μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ’ ὑμῶν καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν
43 διότι οι Αμαληκίται και οι Χαναναίοι είναι εκεί έμπροσθέν σας και θέλετε πέσει εν μαχαίρα· επειδή εξεκλίνατε από του Κυρίου, διά τούτο ο Κύριος δεν θέλει είσθαι μεθ' υμών.
ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν καὶ πεσεῖσθε μαχαίρᾳ οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες κυρίῳ καὶ οὐκ ἔσται κύριος ἐν ὑμῖν
44 Αλλ' αυτοί απετόλμησαν να αναβώσιν εις την κορυφήν του όρους· η κιβωτός όμως της διαθήκης του Κυρίου και ο Μωϋσής δεν εκινήθησαν εκ μέσου του στρατοπέδου.
καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἡ δὲ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς
45 Τότε οι Αμαληκίται και οι Χαναναίοι οι κατοικούντες εν τω όρει εκείνω, κατέβησαν και επάταξαν αυτούς και κατεδίωξαν αυτούς έως Ορμά.
καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν