< Ἔσδρας Βʹ 6 >

1 Καθώς δε ήκουσαν ο Σαναβαλλάτ και ο Τωβίας και ο Γησέμ ο Άραψ και οι λοιποί εκ των εχθρών ημών, ότι εγώ ωκοδόμησα το τείχος και δεν έμεινε πλέον χάλασμα εις αυτό, αν και μέχρις εκείνου του καιρού θύρας δεν έστησα επί των πυλών,
καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις
2 ο Σαναβαλλάτ και ο Γησέμ απέστειλαν προς εμέ, λέγοντες, Έλθετε, και ας συναχθώμεν ομού εις τινά εκ των κωμών εν τη πεδιάδι Ωνώ. Εβουλεύοντο δε να κάμωσιν εις εμέ κακόν.
καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν
3 Και απέστειλα μηνυτάς προς αυτούς, λέγων, Έργον μέγα κάμνω και δεν δύναμαι να καταβώ· διά τι να παύση το έργον, όταν εγώ αφήσας αυτό καταβώ προς εσάς;
καὶ ἀπέστειλα ἐπ’ αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι μήποτε καταπαύσῃ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμᾶς
4 Και απέστειλαν προς εμέ τετράκις κατά τον τρόπον τούτον· και εγώ απεκρίθην προς αυτούς κατά τον αυτόν τρόπον.
καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα
5 Τότε ο Σαναβαλλάτ απέστειλε προς εμέ τον δούλον αυτού κατά τον αυτόν τρόπον, πέμπτην φοράν, με ανοικτήν επιστολήν εις την χείρα αυτού·
καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ
6 εν ή ήτο γεγραμμένον, Ηκούσθη μεταξύ των εθνών, και ο Γασμού λέγει, ότι συ και οι Ιουδαίοι βουλεύεσθε να επαναστατήσητε· διά τούτο συ οικοδομείς το τείχος, διά να γείνης βασιλεύς αυτών, κατά τους λόγους τούτους·
καὶ ἦν γεγραμμένον ἐν αὐτῇ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα
7 έτι διώρισας προφήτας, να κηρύττωσι περί σου εν Ιερουσαλήμ, λέγοντες, Είναι βασιλεύς εν Ιούδα· και τώρα θέλει απαγγελθή προς τον βασιλέα κατά τους λόγους τούτους· ελθέ λοιπόν τώρα, και ας συμβουλευθώμεν ομού.
καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό
8 Τότε απέστειλα προς αυτόν, λέγων, Δεν είναι τοιαύτα πράγματα καθώς συ λέγεις, αλλά συ πλάττεις αυτά εκ της καρδίας σου.
καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς
9 Διότι πάντες ούτοι εφοβέριζον ημάς, λέγοντες, Θέλουσιν εξασθενήσει αι χείρες αυτών από του έργου, και δεν θέλει εκτελεσθή. Τώρα λοιπόν, Θεέ, κραταίωσον τας χείρας μου.
ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου
10 Και εγώ υπήγα εις την οικίαν του Σεμαΐα, υιού του Δαλαΐα, υιού του Μεεταβεήλ, όστις ήτο κεκλεισμένος· και είπεν, Ας συνέλθωμεν ομού εις τον οίκον του Θεού, εντός του ναού, και ας κλείσωμεν τας θύρας του ναού· διότι αυτοί έρχονται να σε φονεύσωσι· ναι, την νύκτα έρχονται να σε φονεύσωσιν.
καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεϊ υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἶπεν συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε
11 Αλλ' εγώ απεκρίθην, Άνθρωπος οποίος εγώ ήθελον φύγει; και τις, οποίος εγώ, ήθελεν εισέλθει εις τον ναόν διά να σώση την ζωήν αυτού; δεν θέλω εισέλθει.
καὶ εἶπα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται
12 Και ιδού, εγνώρισα ότι ο Θεός δεν απέστειλεν αυτόν να προφέρη την προφητείαν ταύτην εναντίον μου· αλλ' ότι ο Τωβίας και ο Σαναβαλλάτ εμίσθωσαν αυτόν.
καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ’ ἐμοῦ καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
13 Διά τούτο ήτο μεμισθωμένος, διά να φοβηθώ και να κάμω ούτω και να αμαρτήσω, και να έχωσιν αφορμήν να κακολογήσωσι, διά να με ονειδίσωσι.
ἐπ’ ἐμὲ ὄχλον ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με
14 Μνήσθητι, Θεέ μου, του Τωβία και του Σαναβαλλάτ κατά τα έργα αυτών ταύτα, και έτι της προφητίσσης Νωαδίας και των λοιπών προφητών, οίτινες με εφοβέριζον.
μνήσθητι ὁ θεός τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με
15 Ούτω συνετελέσθη το τείχος κατά την εικοστήν πέμπτην του μηνός Ελούλ, εν πεντήκοντα δύο ημέραις.
καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας
16 Και ότε ήκουσαν πάντες οι εχθροί ημών, τότε εφοβήθησαν πάντα τα έθνη τα πέριξ ημών, και εταπεινώθησαν σφόδρα εις τους οφθαλμούς εαυτών· διότι εγνώρισαν ότι παρά του Θεού ημών έγεινε το έργον τούτο.
καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο
17 Προσέτι εν ταις ημέραις εκείναις οι πρόκριτοι του Ιούδα έπεμπον συνεχώς τας επιστολάς αυτών προς τον Τωβίαν, και αι του Τωβία ήρχοντο προς αυτούς.
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς
18 Διότι ήσαν εν τω Ιούδα πολλοί ώρκισμένοι εις αυτόν, επειδή ήτο γαμβρός του Σεχανία, υιού του Αράχ· και Ιωανάν ο υιός αυτού είχε λάβει την θυγατέρα του Μεσουλλάμ, υιού του Βαραχίου.
ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα
19 Μάλιστα διηγούντο ενώπιόν μου τας αγαθοεργίας αυτού, και ανέφερον προς αυτόν τους λόγους μου. Και ο Τωβίας έστελλεν επιστολάς διά να με φοβερίζη.
καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με

< Ἔσδρας Βʹ 6 >