< Ναούμ 1 >
1 Η κατά της Νινευή προφητεία· βιβλίον της οράσεως Ναούμ του Ελκοσαίου.
λῆμμα Νινευη βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου
2 Ζηλότυπος είναι ο Θεός και εκδικείται ο Κύριος· ο Κύριος εκδικείται και οργίζεται· ο Κύριος θέλει εκδικηθή τους εναντίους αυτού και φυλάττει οργήν κατά των εχθρών αυτού.
θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος ἐκδικῶν κύριος μετὰ θυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ
3 Ο Κύριος είναι μακρόθυμος και μέγας την ισχύν, και ουδόλως θέλει αθωώσει τον ασεβή· η οδός του Κυρίου είναι μετά ανεμοστροβίλου και θυέλλης, και νεφέλαι ο κονιορτός των ποδών αυτού.
κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ ἀθῳῶν οὐκ ἀθῳώσει κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ
4 Επιτιμά την θάλασσαν και ξηραίνει αυτήν και καταξηραίνει πάντας τους ποταμούς· μαραίνεται η Βασάν και ο Κάρμηλος και το άνθος του Λιβάνου μαραίνεται.
ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν
5 Τα όρη σείονται απ' αυτού και οι λόφοι διαλύονται, η δε γη τρέμει από της παρουσίας αυτού, ναι, η οικουμένη, και πάντες οι κατοικούντες εν αυτή.
τὰ ὄρη ἐσείσθησαν ἀπ’ αὐτοῦ καὶ οἱ βουνοὶ ἐσαλεύθησαν καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
6 Τις δύναται να ανθέξη ενώπιον της αγανακτήσεως αυτού; και τις δύναται να σταθή εις την έξαψιν της οργής αυτού; ο θυμός αυτού εκχέεται ως πυρ και οι βράχοι συντρίβονται έμπροσθεν αυτού.
ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ
7 Ο Κύριος είναι αγαθός, οχύρωμα εν ημέρα θλίψεως, και γνωρίζει τους ελπίζοντας επ' αυτόν.
χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν
8 Πλην με πλημμύραν κατακλύζουσαν θέλει κάμει συντέλειαν του τόπου αυτής, και σκότος θέλει καταδιώξει τους εχθρούς αυτού.
καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος
9 Τι βουλεύεσθε κατά του Κυρίου; αυτός θέλει κάμει συντέλειαν· θλίψις δεν θέλει επέλθει εκ δευτέρου.
τί λογίζεσθε ἐπὶ τὸν κύριον συντέλειαν αὐτὸς ποιήσεται οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει
10 Διότι ενώ συμπεριπλέκονται ως άκανθαι και μεθύουσιν ως μεθυσταί, θέλουσι καταναλωθή ως κατάξηρον άχυρον.
ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή
11 Από σου εξήλθε διαλογιζόμενος πονηρά κατά του Κυρίου, σύμβουλος πονηρός.
ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία
12 Ούτω λέγει Κύριος· Αν και ήναι εν τη ακμή αυτών και έτι πολλοί, θέλουσιν όμως κουρευθή, όταν αυτός διαβή· αν και σε κατέθλιψα, δεν θέλω σε καταθλίψει πλέον.
τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν καὶ οὕτως διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι
13 Διότι τώρα θέλω συντρίψει τον ζυγόν αυτού από σου και θέλω διαρρήξει τους δεσμούς σου.
καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω
14 Και ο Κύριος έδωκε προσταγήν περί σου, ότι δεν θέλει σπαρθή πλέον εκ του ονόματός σου· από του οίκου των θεών σου θέλω εκκόψει τα γλυπτά και τα χωνευτά· θέλω κάμει αυτόν τάφον σου, διότι είσαι βδελυκτός.
καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχεῖς
15 Ιδού, επί των ορέων οι πόδες του ευαγγελιζομένου, του κηρύττοντος ειρήνην. Εόρταζε, Ιούδα, τας επισήμους εορτάς σου, απόδος τας ευχάς σου, διότι ο εξολοθρευτής δεν θέλει διαβή πλέον διά σού· ολοτελώς απεκόπη.
ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται