< Μιχαίας 5 >

1 Συναθροίσθητι τώρα εις τάγματα, θυγάτηρ ταγμάτων· έθεσε πολιορκίαν εναντίον ημών· θέλουσι πατάξει τον κριτήν του Ισραήλ εν ράβδω κατά της σιαγόνος.
νῦν ἐμφραχθήσεται θυγάτηρ Εφραιμ ἐν φραγμῷ συνοχὴν ἔταξεν ἐφ’ ἡμᾶς ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ισραηλ
2 Και συ, Βηθλεέμ Εφραθά, η μικρά ώστε να ήσαι μεταξύ των χιλιάδων του Ιούδα, εκ σου θέλει εξέλθει εις εμέ ανήρ διά να ήναι ηγούμενος εν τω Ισραήλ· του οποίου αι έξοδοι είναι απ' αρχής, από ημερών αιώνος.
καὶ σύ Βηθλεεμ οἶκος τοῦ Εφραθα ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος
3 Διά τούτο θέλει αφήσει αυτούς, έως του καιρού καθ' ον η τίκτουσα θέλει γεννήσει· τότε το υπόλοιπον των αδελφών αυτού θέλει επιστρέψει εις τους υιούς Ισραήλ.
διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ
4 Και θέλει σταθή και ποιμάνει εν τη ισχύϊ του Κυρίου, εν τη μεγαλειότητι του ονόματος Κυρίου του Θεού αυτού· και θέλουσι κατοικήσει· διότι τώρα θέλει μεγαλυνθή έως των άκρων της γης.
καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ θεοῦ αὐτῶν ὑπάρξουσιν διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς
5 Και ούτος θέλει είσθαι ειρήνη. Όταν ο Ασσύριος έλθη εις την γην ημών και όταν πατήση εις τα παλάτια ημών, τότε θέλομεν επεγείρει κατ' αυτού επτά ποιμένας και οκτώ άρχοντας ανθρώπων·
καὶ ἔσται αὕτη εἰρήνη ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν καὶ ἐπεγερθήσονται ἐπ’ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων
6 και θέλουσι ποιμάνει την γην της Ασσυρίας εν ρομφαία και την γην του Νεβρώδ εν ταις εισόδοις αυτού· και θέλει ελευθερώσει ημάς εκ του Ασσυρίου, όταν έλθη εις την γην ημών και όταν πατήση εν τοις ορίοις ημών.
καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάφρῳ αὐτῆς καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν
7 Και το υπόλοιπον του Ιακώβ θέλει είσθαι εν μέσω λαών πολλών ως δρόσος από Κυρίου, ως ρανίδες επί χόρτου, όστις δεν προσμένει παρά ανθρώπου ουδέ ελπίζει επί υιούς ανθρώπων.
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων
8 Και το υπόλοιπον του Ιακώβ θέλει είσθαι μεταξύ εθνών, εν μέσω λαών πολλών, ως λέων μεταξύ κτηνών του δρυμού, ως σκύμνος μεταξύ ποιμνίων προβάτων, όστις διαβαίνων καταπατεί και διασπαράττει και δεν υπάρχει ο ελευθερών.
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος
9 Η χειρ σου θέλει υψωθή επί τους εναντίους σου, και πάντες οι εχθροί σου θέλουσιν εκκοπή.
ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται
10 Και εν τη ημέρα εκείνη, λέγει Κύριος, θέλω εξολοθρεύσει τους ίππους σου εκ μέσου σου, και θέλω απολέσει τας αμάξας σου.
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου
11 Και θέλω εξολοθρεύσει τας πόλεις της γης σου, και κατεδαφίσει πάντα τα οχυρώματά σου.
καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου
12 Και θέλω εξολοθρεύσει τας μαγείας από της χειρός σου, και δεν θέλεις έχει πλέον μάντεις.
καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί
13 Και θέλω εξολοθρεύσει τα γλυπτά σου και τα είδωλά σου εκ μέσου σου, και δεν θέλεις λατρεύσει πλέον το έργον των χειρών σου.
καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου
14 Και θέλω ανασπάσει τα άλση σου εκ μέσου σου, και θέλω αφανίσει τας πόλεις σου.
καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου
15 Και θέλω κάμει εκδίκησιν μετά θυμού και μετ' οργής επί τα έθνη, τα οποία δεν μου εισήκουσαν.
καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἀνθ’ ὧν οὐκ εἰσήκουσαν

< Μιχαίας 5 >