< Μιχαίας 4 >
1 Και εν ταις εσχάταις ημέραις το όρος του οίκου του Κυρίου θέλει στηριχθή επί της κορυφής των ορέων και υψωθή υπεράνω των βουνών, και λαοί θέλουσι συρρέει εις αυτό.
καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί
2 Και έθνη πολλά θέλουσιν υπάγει και ειπεί, Έλθετε και ας αναβώμεν εις το όρος του Κυρίου και εις τον οίκον του Θεού του Ιακώβ· και θέλει διδάξει ημάς τας οδούς αυτού, και θέλομεν περιπατήσει εν ταις τρίβοις αυτού· διότι εκ Σιών θέλει εξέλθει νόμος και λόγος Κυρίου εξ Ιερουσαλήμ.
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακωβ καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ
3 Και θέλει κρίνει αναμέσον λαών πολλών και θέλει ελέγξει έθνη ισχυρά, έως εις μακράν· και θέλουσι σφυρηλατήσει τας μαχαίρας αυτών διά υνία και τας λόγχας αυτών διά δρέπανα· δεν θέλει σηκώσει μάχαιραν έθνος εναντίον έθνους ουδέ θέλουσι μάθει πλέον τον πόλεμον.
καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν
4 Και θέλουσι κάθησθαι έκαστος υπό την άμπελον αυτού και υπό την συκήν αυτού, και δεν θέλει υπάρχει ο εκφοβών· διότι το στόμα του Κυρίου των δυνάμεων ελάλησε.
καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα
5 Διότι πάντες οι λαοί θέλουσι περιπατεί έκαστος εν τω ονόματι του θεού αυτού· ημείς δε θέλομεν περιπατεί εν τω ονόματι Κυρίου του Θεού ημών εις τον αιώνα και εις τον αιώνα.
ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα
6 Εν τη ημέρα εκείνη, λέγει Κύριος, θέλω συνάξει την χωλαίνουσαν και θέλω εισδεχθή την εξωσμένην και εκείνην, την οποίαν έθλιψα.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην
7 Και θέλω κάμει την χωλαίνουσαν υπόλοιπον και την αποβεβλημένην έθνος ισχυρόν, και ο Κύριος θέλει βασιλεύει επ' αυτούς εν τω όρει Σιών, από του νυν και έως του αιώνος.
καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν καὶ βασιλεύσει κύριος ἐπ’ αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα
8 Και συ, πύργε του ποιμνίου, οχύρωμα της θυγατρός Σιών, εις σε θέλει ελθεί η πρώτη εξουσία· ναι, θέλει ελθεί το βασίλειον εις την θυγατέρα της Ιερουσαλήμ.
καὶ σύ πύργος ποιμνίου αὐχμώδης θύγατερ Σιων ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ιερουσαλημ
9 Διά τι τώρα κραυγάζεις δυνατά; δεν είναι βασιλεύς εν σοι; ηφανίσθη ο σύμβουλός σου, ώστε σε κατέλαβον ωδίνες ως τικτούσης;
καὶ νῦν ἵνα τί ἔγνως κακά μὴ βασιλεὺς οὐκ ἦν σοι ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης
10 Κοιλοπόνει και αγωνίζου, θυγάτηρ Σιών, ως η τίκτουσα, διότι τώρα θέλεις εξέλθει εκ της πόλεως και θέλεις κατοικήσει εν αγρώ και θέλεις υπάγει έως της Βαβυλώνος· εκεί θέλεις ελευθερωθή, εκεί θέλει σε εξαγοράσει ο Κύριος εκ της χειρός των εχθρών σου.
ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ Σιων ὡς τίκτουσα διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος ἐκεῖθεν ῥύσεταί σε καὶ ἐκεῖθεν λυτρώσεταί σε κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου
11 Τώρα δε συνήχθησαν εναντίον σου έθνη πολλά λέγοντα, Ας μιανθή και ας επιβλέπη ο οφθαλμός ημών επί την Σιών.
καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες ἐπιχαρούμεθα καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀφθαλμοὶ ἡμῶν
12 Αλλ' αυτοί δεν γνωρίζουσι τους λογισμούς του Κυρίου ουδέ εννοούσι την βουλήν αυτού, ότι συνήγαγεν αυτούς ως δράγματα αλωνίου.
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος
13 Σηκώθητι και αλώνιζε, θυγάτηρ Σιών, διότι θέλω κάμει το κέρας σου σιδηρούν και τας οπλάς σου θέλω κάμει χαλκάς, και θέλεις κατασυντρίψει λαούς πολλούς· και θέλω αφιερώσει τα διαρπάγματα αυτών εις τον Κύριον και την περιουσίαν αυτών εις τον Κύριον πάσης της γης.
ἀνάστηθι καὶ ἀλόα αὐτούς θύγατερ Σιων ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς