< Κατα Ματθαιον 1 >
1 Βίβλος της γενεαλογίας του Ιησού Χριστού, υιού του Δαβίδ, υιού του Αβραάμ.
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυεὶδ υἱοῦ Ἀβραάμ.
2 Ο Αβραάμ εγέννησε τον Ισαάκ, Ισαάκ δε εγέννησε τον Ιακώβ, Ιακώβ δε εγέννησε τον Ιούδαν και τους αδελφούς αυτού,
Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ·
3 Ιούδας δε εγέννησε τον Φαρές και τον Ζαρά εκ της Θάμαρ, Φαρές δε εγέννησε τον Εσρώμ, Εσρώμ δε εγέννησε τον Αράμ,
Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θαμάρ· Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ· Ἐσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ·
4 Αράμ δε εγέννησε τον Αμιναδάβ, Αμιναδάβ δε εγέννησε τον Ναασσών, Ναασσών δε εγέννησε τον Σαλμών,
Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών·
5 Σαλμών δε εγέννησε τον Βοόζ εκ της Ραχάβ, Βοόζ δε εγέννησε τον Ωβήδ εκ της Ρούθ, Ωβήδ δε εγέννησε τον Ιεσσαί,
Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸς ἐκ τῆς Ῥαχάβ· Βοὸς δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ· Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί·
6 Ιεσσαί δε εγέννησε τον Δαβίδ τον βασιλέα. Δαβίδ δε ο βασιλεύς εγέννησε τον Σολομώντα εκ της γυναικός του Ουρίου,
Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα· Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου·
7 Σολομών δε εγέννησε τον Ροβοάμ, Ροβοάμ δε εγέννησε τον Αβιά, Αβιά δε εγέννησε τον Ασά,
Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ·
8 Ασά δε εγέννησε τον Ιωσαφάτ, Ιωσαφάτ δε εγέννησε τον Ιωράμ, Ιωράμ δε εγέννησε τον Οζίαν,
Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ· Ἰωσα φὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν·
9 Οζίας δε εγέννησε τον Ιωάθαμ, Ιωάθαμ δε εγέννησε τον Άχαζ, Άχαζ δε εγέννησε τον Εζεκίαν,
Ὀζείας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν·
10 Εζεκίας δε εγέννησε τον Μανασσή, Μανασσής δε εγέννησε τον Αμών, Αμών δε εγέννησε τον Ιωσίαν,
Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς· Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν·
11 Ιωσίας δε εγέννησε τον Ιεχονίαν και τους αδελφούς αυτού επί της μετοικεσίας Βαβυλώνος.
Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12 Μετά δε την μετοικεσίαν Βαβυλώνος Ιεχονίας εγέννησε τον Σαλαθιήλ, Σαλαθιήλ δε εγέννησε τον Ζοροβάβελ,
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ·
13 Ζοροβάβελ δε εγέννησε τον Αβιούδ, Αβιούδ δε εγέννησε τον Ελιακείμ, Ελιακείμ δε εγέννησε τον Αζώρ,
Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ·
14 Αζώρ δε εγέννησε τον Σαδώκ, Σαδώκ δε εγέννησε τον Αχείμ, Αχείμ δε εγέννησε τον Ελιούδ,
Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ·
15 Ελιούδ δε εγέννησε τον Ελεάζαρ, Ελεάζαρ δε εγέννησε τον Ματθάν, Ματθάν δε εγέννησε τον Ιακώβ,
Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν· Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ·
16 Ιακώβ δε εγέννησε τον Ιωσήφ τον άνδρα της Μαρίας, εξ ης εγεννήθη Ιησούς ο λεγόμενος Χριστός.
Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
17 Πάσαι λοιπόν αι γενεαί από Αβραάμ έως Δαβίδ είναι γενεαί δεκατέσσαρες, και από Δαβίδ έως της μετοικεσίας Βαβυλώνος γενεαί δεκατέσσαρες, και από της μετοικεσίας Βαβυλώνος έως του Χριστού γενεαί δεκατέσσαρες.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.
18 Του δε Ιησού Χριστού η γέννησις ούτως ήτο. Αφού ηρραβωνίσθη η μήτηρ αυτού Μαρία μετά του Ιωσήφ, πριν συνέλθωσιν, ευρέθη εν γαστρί έχουσα εκ Πνεύματος Αγίου.
Τοῦ δὲ χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
19 Ιωσήφ δε ο ανήρ αυτής, δίκαιος ων και μη θέλων να θεατρίση αυτήν, ηθέλησε να απολύση αυτήν κρυφίως.
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
20 Ενώ δε αυτός διελογίσθη ταύτα, ιδού, άγγελος Κυρίου εφάνη κατ' όναρ εις αυτόν, λέγων· Ιωσήφ, υιέ του Δαβίδ, μη φοβηθής να παραλάβης Μαριάμ την γυναίκα σου· διότι το εν αυτή γεννηθέν είναι εκ Πνεύματος Αγίου.
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαυείδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
21 Θέλει δε γεννήσει υιόν και θέλεις καλέσει το όνομα αυτού Ιησούν· διότι αυτός θέλει σώσει τον λαόν αυτού από των αμαρτιών αυτών.
τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22 Τούτο δε όλον έγεινε διά να πληρωθή το ρηθέν υπό του Κυρίου διά του προφήτου, λέγοντος·
τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος,
23 Ιδού, η παρθένος θέλει συλλάβει και θέλει γεννήσει υιόν, και θέλουσι καλέσει το όνομα αυτού Εμμανουήλ, το οποίον μεθερμηνευόμενον είναι, Μεθ' ημών ο Θεός.
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ θεός.
24 Εξεγερθείς δε ο Ιωσήφ από του ύπνου έκαμεν ως προσέταξεν αυτόν ο άγγελος Κυρίου και παρέλαβε την γυναίκα αυτού,
Ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου· καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ.
25 και δεν εγνώριζεν αυτήν, εωσού εγέννησε τον υιόν αυτής τον πρωτότοκον και εκάλεσε το όνομα αυτού Ιησούν.
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.