< Κατα Ματθαιον 9 >
1 Και εμβάς εις το πλοίον, διεπέρασε και ήλθεν εις την εαυτού πόλιν.
Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 Και ιδού, έφερον προς αυτόν παραλυτικόν κείμενον επί κλίνης· και ιδών ο Ιησούς την πίστιν αυτών, είπε προς τον παραλυτικόν· Θάρρει, τέκνον· συγκεχωρημέναι είναι εις σε αι αμαρτίαι σου.
Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
3 Και ιδού, τινές εκ των γραμματέων είπον καθ' εαυτούς· Ούτος βλασφημεί.
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ.
4 Και ιδών ο Ιησούς τους διαλογισμούς αυτών, είπε· Διά τι σεις διαλογίζεσθε πονηρά εν ταις καρδίαις σας;
καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 Διότι τι είναι ευκολώτερον, να είπω, Συγκεχωρημέναι είναι αι αμαρτίαι σου, ή να είπω, Εγέρθητι και περιπάτει;
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει;
6 Αλλά διά να γνωρίσητε ότι εξουσίαν έχει ο Υιός του ανθρώπου επί της γης να συγχωρή αμαρτίας, τότε λέγει προς τον παραλυτικόν· Εγερθείς σήκωσον την κλίνην σου και ύπαγε εις τον οίκόν σου.
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ Ἔγειρε ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 Και εγερθείς ανεχώρησεν εις τον οίκον αυτού.
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 Ιδόντες δε οι όχλοι, εθαύμασαν και εδόξασαν τον Θεόν, όστις έδωκε τοιαύτην εξουσίαν εις τους ανθρώπους.
ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9 Και διαβαίνων ο Ιησούς εκείθεν είδεν άνθρωπον καθήμενον εις το τελώνιον, Ματθαίον λεγόμενον, και λέγει προς αυτόν· Ακολούθει μοι. Και σηκωθείς ηκολούθησεν αυτόν.
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 Και ενώ εκάθητο εις την τράπεζαν εν τη οικία, ιδού, πολλοί τελώναι και αμαρτωλοί ελθόντες συνεκάθηντο μετά του Ιησού και των μαθητών αυτού.
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 Και ιδόντες οι Φαρισαίοι είπον προς τους μαθητάς αυτού· Διά τι ο Διδάσκαλός σας τρώγει μετά των τελωνών και αμαρτωλών;
καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12 Ο δε Ιησούς ακούσας είπε προς αυτούς· Δεν έχουσι χρείαν ιατρού οι υγιαίνοντες, αλλ' οι πάσχοντες.
ὁ δὲ ἀκούσας εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες.
13 Υπάγετε δε και μάθετε τι είναι, Έλεον θέλω και ουχί θυσίαν. Διότι δεν ήλθον διά να καλέσω δικαίους αλλά αμαρτωλούς εις μετάνοιαν.
πορευθέντες δὲ μάθετε τί ἐστιν Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
14 Τότε έρχονται προς αυτόν οι μαθηταί του Ιωάννου, λέγοντες· Διά τι ημείς και οι Φαρισαίοι νηστεύομεν πολλά, οι δε μαθηταί σου δεν νηστεύουσι;
Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάνου λέγοντες Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
15 Και είπε προς αυτούς ο Ιησούς· Μήπως δύνανται οι υιοί του νυμφώνος να πενθώσιν, ενόσω είναι μετ' αυτών ο νυμφίος; θέλουσιν όμως ελθεί ημέραι, όταν αφαιρεθή απ' αυτών ο νυμφίος, και τότε θέλουσι νηστεύσει.
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16 Και ουδείς βάλλει επίρραμμα αγνάφου πανίου επί ιμάτιον παλαιόν· διότι αφαιρεί το αναπλήρωμα αυτού από του ιματίου, και γίνεται σχίσμα χειρότερον.
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17 Ουδέ βάλλουσιν οίνον νέον εις ασκούς παλαιούς· ει δε μη, σχίζονται οι ασκοί, και ο οίνος εκχέεται και οι ασκοί φθείρονται· αλλά βάλλουσιν οίνον νέον εις ασκούς νέους, και αμφότερα διατηρούνται.
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
18 Ενώ αυτός ελάλει ταύτα προς αυτούς, ιδού, άρχων τις ελθών προσεκύνει αυτόν, λέγων ότι η θυγάτηρ μου ετελεύτησε προ ολίγου· αλλά ελθέ και βάλε την χείρα σου επ' αυτήν και θέλει ζήσει.
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται.
19 Και σηκωθείς ο Ιησούς ηκολούθησεν αυτόν και οι μαθηταί αυτού.
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 Και ιδού, γυνή αιμορροούσα δώδεκα έτη, πλησιάσασα όπισθεν ήγγισε το άκρον του ιματίου αυτού·
Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
21 διότι έλεγε καθ' εαυτήν, Εάν μόνον εγγίσω το ιμάτιον αυτού, θέλω σωθή.
ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.
22 Ο δε Ιησούς επιστραφείς και ιδών αυτήν είπε· Θάρρει, θύγατερ· η πίστις σου σε έσωσε. Και εσώθη η γυνή από της ώρας εκείνης.
ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 Και ελθών ο Ιησούς εις την οικίαν του άρχοντος και ιδών τους αυλητάς και τον όχλον θορυβούμενον,
καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
24 λέγει προς αυτούς· Αναχωρείτε· διότι δεν απέθανε το κοράσιον, αλλά κοιμάται. Και κατεγέλων αυτόν.
ἔλεγεν· Ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
25 Ότε δε εξεβλήθη ο όχλος, εισελθών επίασε την χείρα αυτής, και εσηκώθη το κοράσιον.
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 Και διεδόθη η φήμη αύτη εις όλην την γην εκείνην.
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 Και ενώ ανεχώρει εκείθεν ο Ιησούς, ηκολούθησαν αυτόν δύο τυφλοί, κράζοντες και λέγοντες· Ελέησον ημάς, υιέ του Δαβίδ.
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς, υἱὸς Δαυείδ.
28 Και ότε εισήλθεν εις την οικίαν, επλησίασαν εις αυτόν οι τυφλοί, και λέγει προς αυτούς ο Ιησούς· Πιστεύετε ότι δύναμαι να κάμω τούτο; Λέγουσι προς αυτόν· Ναι, Κύριε.
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ Ναί, Κύριε.
29 Τότε ήγγισε τους οφθαλμούς αυτών, λέγων· Κατά την πίστιν σας ας γείνη εις εσάς.
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30 Και ηνοίχθησαν αυτών οι οφθαλμοί· προσέταξε δε αυτούς εντόνως ο Ιησούς, λέγων· Προσέχετε, ας μη εξεύρη τούτο μηδείς.
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων Ὁρᾶτε, μηδεὶς γινωσκέτω.
31 Αλλ' εκείνοι εξελθόντες διεφήμισαν αυτόν εν όλη τη γη εκείνη.
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Ενώ δε αυτοί εξήρχοντο, ιδού, έφεραν προς αυτόν άνθρωπον κωφόν δαιμονιζόμενον·
Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ κωφὸν δαιμονιζόμενον.
33 και αφού εξεβλήθη το δαιμόνιον, ελάλησεν ο κωφός, και εθαύμασαν οι όχλοι, λέγοντες ότι ποτέ δεν εφάνη τοιούτον εν τω Ισραήλ.
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34 Οι δε Φαρισαίοι έλεγον· Διά του άρχοντος των δαιμονίων εκβάλλει τα δαιμόνια.
οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 Και περιήρχετο ο Ιησούς τας πόλεις πάσας και τας κώμας, διδάσκων εν ταις συναγωγαίς αυτών και κηρύττων το ευαγγέλιον της βασιλείας και θεραπεύων πάσαν νόσον και πάσαν ασθένειαν εν τω λαώ.
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
36 Ιδών δε τους όχλους, εσπλαγχνίσθη δι' αυτούς, διότι ήσαν εκλελυμένοι και εσκορπισμένοι ως πρόβατα μη έχοντα ποιμένα.
Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.
37 Τότε λέγει προς τους μαθητάς αυτού· Ο μεν θερισμός πολύς, οι δε εργάται ολίγοι·
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
38 παρακαλέσατε λοιπόν τον κύριον του θερισμού, διά να αποστείλη εργάτας εις τον θερισμόν αυτού.
δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.