< Κατα Ματθαιον 8 >

1 Ότε δε κατέβη από του όρους, ηκολούθησαν αυτόν όχλοι πολλοί.
Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 Και ιδού, λεπρός ελθών προσεκύνει αυτόν, λέγων· Κύριε, εάν θέλης, δύνασαι να με καθαρίσης.
Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3 Και εκτείνας την χείρα ο Ιησούς ήγγισεν αυτόν, λέγων· Θέλω, καθαρίσθητι. Και ευθύς εκαθαρίσθη η λέπρα αυτού.
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 Και λέγει προς αυτόν ο Ιησούς· Πρόσεχε μη είπης τούτο εις μηδένα, αλλ' ύπαγε, δείξον σεαυτόν εις τον ιερέα και πρόσφερε το δώρον, το οποίον προσέταξεν ο Μωϋσής διά μαρτυρίαν εις αυτούς.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
5 Ότε δε εισήλθεν ο Ιησούς εις Καπερναούμ, προσήλθε προς αυτόν εκατόνταρχος παρακαλών αυτόν
Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
6 και λέγων· Κύριε, ο δούλός μου κείται εν τη οικία παραλυτικός, δεινώς βασανιζόμενος.
Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 Και λέγει προς αυτόν ο Ιησούς· Εγώ ελθών θέλω θεραπεύσει αυτόν.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 Και αποκριθείς ο εκατόνταρχος είπε· Κύριε, δεν είμαι άξιος να εισέλθης υπό την στέγην μου· αλλά μόνον ειπέ λόγον, και θέλει ιατρευθή ο δούλός μου.
καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 Διότι και εγώ είμαι άνθρωπος υπό εξουσίαν, έχων υπ' εμαυτόν στρατιώτας, και λέγω προς τούτον, Ύπαγε, και υπάγει, και προς άλλον, Έρχου, και έρχεται, και προς τον δούλον μου, Κάμε τούτο, και κάμνει.
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 Ακούσας δε ο Ιησούς εθαύμασε και είπε προς τους ακολουθούντας· Αληθώς σας λέγω, ουδέ εν τω Ισραήλ εύρον τοσαύτην πίστιν.
ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11 Σας λέγω δε ότι πολλοί θέλουσιν ελθεί από ανατολών και δυσμών και θέλουσι καθήσει μετά του Αβραάμ και Ισαάκ και Ιακώβ εν τη βασιλεία των ουρανών,
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οι δε υιοί της βασιλείας θέλουσιν εκβληθή εις το σκότος το εξώτερον· εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων.
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 Και είπεν ο Ιησούς προς τον εκατόνταρχον, Ύπαγε, και ως επίστευσας, ας γείνη εις σε. Και ιατρεύθη ο δούλος αυτού εν τη ώρα εκείνη.
καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 Και ελθών ο Ιησούς εις την οικίαν του Πέτρου, είδε την πενθεράν αυτού κατάκοιτον και πάσχουσαν πυρετόν·
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 και επίασε την χείρα αυτής, και αφήκεν αυτήν ο πυρετός, και εσηκώθη και υπηρέτει αυτούς.
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 Και ότε έγεινεν εσπέρα, έφεραν προς αυτόν δαιμονιζομένους πολλούς, και εξέβαλε τα πνεύματα με λόγον και πάντας τους κακώς έχοντας εθεράπευσε,
Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
17 διά να πληρωθή το ρηθέν διά Ησαΐου του προφήτου, λέγοντος· Αυτός τας ασθενείας ημών έλαβε και τας νόσους εβάστασεν.
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
18 Ιδών δε ο Ιησούς πολλούς όχλους περί εαυτόν, προσέταξε να αναχωρήσωσιν εις το πέραν.
Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 Και πλησιάσας εις γραμματεύς είπε προς αυτόν, Διδάσκαλε, θέλω σοι ακολουθήσει όπου αν υπάγης.
Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 Και λέγει προς αυτόν ο Ιησούς· Αι αλώπεκες έχουσι φωλεάς και τα πετεινά του ουρανού κατοικίας, ο δε Υιός του ανθρώπου δεν έχει που να κλίνη την κεφαλήν.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 Άλλος δε εκ των μαθητών αυτού είπε προς αυτόν· Κύριε, συγχώρησόν μοι να υπάγω πρώτον και να θάψω τον πατέρα μου.
Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 Ο δε Ιησούς είπε προς αυτόν· Ακολούθει μοι και άφες τους νεκρούς να θάψωσι τους εαυτών νεκρούς.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 Και ότε εισήλθεν εις το πλοίον, ηκολούθησαν αυτόν οι μαθηταί αυτού.
Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 Και ιδού, τρικυμία μεγάλη έγεινεν εν τη θαλάσση, ώστε το πλοίον εσκεπάζετο υπό των κυμάτων· αυτός δε εκοιμάτο.
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
25 Και προσελθόντες οι μαθηταί αυτού εξύπνισαν αυτόν, λέγοντες· Κύριε, σώσον ημάς, χανόμεθα.
καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
26 Και λέγει προς αυτούς· Διά τι είσθε δειλοί, ολιγόπιστοι; Τότε σηκωθείς επετίμησε τους ανέμους και την θάλασσαν, και έγεινε γαλήνη μεγάλη.
καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 Οι δε άνθρωποι εθαύμασαν, λέγοντες· Οποίος είναι ούτος, ότι και οι άνεμοι και η θάλασσα υπακούουσιν εις αυτόν;
οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
28 Και ότε ήλθεν εις το πέραν εις την χώραν των Γεργεσηνών, υπήντησαν αυτόν δύο δαιμονιζόμενοι εξερχόμενοι εκ των μνημείων, άγριοι καθ' υπερβολήν, ώστε ουδείς ηδύνατο να περάση διά της οδού εκείνης.
Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 Και ιδού, έκραξαν λέγοντες· Τι είναι μεταξύ ημών και σου, Ιησού, Υιέ του Θεού; ήλθες εδώ προ καιρού να μας βασανίσης;
καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 Ήτο δε μακράν απ' αυτών αγέλη χοίρων πολλών βοσκομένη.
ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 Και οι δαίμονες παρεκάλουν αυτόν, λέγοντες· Εάν μας εκβάλης, επίτρεψον εις ημάς να απέλθωμεν εις την αγέλην των χοίρων.
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 Και είπε προς αυτούς· Υπάγετε. Και εκείνοι εξελθόντες υπήγαν εις την αγέλην των χοίρων· και ιδού, ώρμησε πάσα η αγέλη των χοίρων κατά του κρημνού εις την θάλασσαν και απέθανον εν τοις ύδασιν.
καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 Οι δε βόσκοντες έφυγον και ελθόντες εις την πόλιν, απήγγειλαν πάντα και τα των δαιμονιζομένων.
οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 Και ιδού, πάσα η πόλις εξήλθεν εις συνάντησιν του Ιησού, και ιδόντες αυτόν παρεκάλεσαν να μεταβή από των ορίων αυτών.
καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

< Κατα Ματθαιον 8 >