< Κατα Ματθαιον 27 >

1 Ότε δε έγεινε πρωΐ, συνεβουλεύθησαν πάντες οι αρχιερείς και οι πρεσβύτεροι του λαού κατά του Ιησού διά να θανατώσωσιν αυτόν·
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 και δέσαντες αυτόν, έφεραν και παρέδωκαν αυτόν εις τον Πόντιον Πιλάτον τον ηγεμόνα.
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3 Τότε ιδών Ιούδας ο παραδόσας αυτόν ότι κατεδικάσθη, μεταμεληθείς επέστρεψε τα τριάκοντα αργύρια εις τους πρεσβυτέρους,
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
4 λέγων· Ήμαρτον παραδόσας αίμα αθώον. Οι δε είπον· Τι προς ημάς; συ όψει.
λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει.
5 Και ρίψας τα αργύρια εν τω ναώ, ανεχώρησε και απελθών εκρεμάσθη.
καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
6 Οι δε αρχιερείς, λαβόντες τα αργύρια, είπον· Δεν είναι συγκεχωρημένον να βάλωμεν αυτά εις το θησαυροφυλάκιον, διότι είναι τιμή αίματος.
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
7 Και συμβουλευθέντες ηγόρασαν με αυτά τον αγρόν του κεραμέως, διά να ενταφιάζωνται εκεί οι ξένοι.
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
8 Διά τούτο ωνομάσθη ο αγρός εκείνος Αγρός αίματος έως της σήμερον.
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
9 Τότε επληρώθη το ρηθέν διά Ιερεμίου του προφήτου, λέγοντος· Και έλαβον τα τριάκοντα αργύρια, την τιμήν του εκτιμηθέντος, τον οποίον εξετίμησαν από των υιών Ισραήλ,
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 και έδωκαν αυτά εις τον αγρόν του κεραμέως, καθώς μοι παρήγγειλεν ο Κύριος.
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11 Ο δε Ιησούς εστάθη έμπροσθεν του ηγεμόνος· και ηρώτησεν αυτόν ο ηγεμών, λέγων· Συ είσαι ο βασιλεύς των Ιουδαίων; Ο δε Ιησούς είπε προς αυτόν· Συ λέγεις.
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις.
12 Και ενώ εκατηγορείτο υπό των αρχιερέων και των πρεσβυτέρων, ουδέν απεκρίθη.
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13 Τότε λέγει προς αυτόν ο Πιλάτος· Δεν ακούεις πόσα σου καταμαρτυρούσι;
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
14 Και δεν απεκρίθη προς αυτόν ουδέ προς ένα λόγον, ώστε ο ηγεμών εθαύμαζε πολύ.
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 Κατά δε την εορτήν εσυνείθιζεν ο ηγεμών να απολύη εις τον όχλον ένα δέσμιον, όντινα ήθελον.
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16 Και είχον τότε δέσμιον περιβόητον λεγόμενον Βαραββάν.
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
17 Ενώ λοιπόν ήσαν συνηγμένοι, είπε προς αυτούς ο Πιλάτος· Τίνα θέλετε να σας απολύσω; τον Βαραββάν ή τον Ιησούν τον λεγόμενον Χριστόν;
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
18 Επειδή ήξευρεν ότι διά φθόνον παρέδωκαν αυτόν.
ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 Ενώ δε εκάθητο επί του βήματος, απέστειλε προς αυτόν η γυνή αυτού, λέγουσα· Άπεχε του δικαίου εκείνου· διότι πολλά έπαθον σήμερον κατ' όναρ δι' αυτόν.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
20 Οι δε αρχιερείς και οι πρεσβύτεροι έπεισαν τους όχλους να ζητήσωσι τον Βαραββάν, τον δε Ιησούν να απολέσωσι.
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 Και αποκριθείς ο ηγεμών είπε προς αυτούς· Τίνα θέλετε από των δύο να σας απολύσω; οι δε είπον· Τον Βαραββάν.
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
22 Λέγει προς αυτούς ο Πιλάτος· Τι λοιπόν να κάμω τον Ιησούν τον λεγόμενον Χριστόν; Λέγουσι προς αυτόν πάντες· Σταυρωθήτω.
λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω.
23 Ο δε ηγεμών είπε· Και τι κακόν έπραξεν; Οι δε περισσότερον έκραζον, λέγοντες· Σταυρωθήτω.
ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
24 Και ιδών ο Πιλάτος ότι ουδέν ωφελεί, αλλά μάλλον θόρυβος γίνεται, λαβών ύδωρ ένιψε τας χείρας αυτού έμπροσθεν του όχλου, λέγων· Αθώος είμαι από του αίματος του δικαίου τούτου· υμείς όψεσθε.
ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
25 Και αποκριθείς πας ο λαός είπε· το αίμα αυτού ας ήναι εφ' ημάς και επί τα τέκνα ημών.
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 Τότε απέλυσεν εις αυτούς τον Βαραββάν, τον δε Ιησούν μαστιγώσας παρέδωκε διά να σταυρωθή.
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 Τότε οι στρατιώται του ηγεμόνος, παραλαβόντες τον Ιησούν εις το πραιτώριον, συνήθροισαν επ' αυτόν όλον το τάγμα των στρατιωτών·
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·
28 και εκδύσαντες αυτόν ενέδυσαν αυτόν χλαμύδα κοκκίνην,
καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
29 και πλέξαντες στέφανον εξ ακανθών, έθεσαν επί την κεφαλήν αυτού και κάλαμον εις την δεξιάν αυτού, και γονυπετήσαντες έμπροσθεν αυτού, ενέπαιζον αυτόν, λέγοντες· Χαίρε, ο βασιλεύς των Ιουδαίων·
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
30 και εμπτύσαντες εις αυτόν έλαβον τον κάλαμον και έτυπτον εις την κεφαλήν αυτού.
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 Και αφού ενέπαιξαν αυτόν, εξέδυσαν αυτόν την χλαμύδα και ενέδυσαν αυτόν τα ιμάτια αυτού, και έφεραν αυτόν διά να σταυρώσωσιν.
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 Ενώ δε εξήρχοντο, εύρον άνθρωπον Κυρηναίον, ονομαζόμενον Σίμωνα· τούτον ηγγάρευσαν διά να σηκώση τον σταυρόν αυτού.
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 Και ότε ήλθον εις τόπον λεγόμενον Γολγοθά, όστις λέγεται Κρανίου τόπος,
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
34 έδωκαν εις αυτόν να πίη όξος μεμιγμένον μετά χολής· και γευθείς δεν ήθελε να πίη.
ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
35 Αφού δε εσταύρωσαν αυτόν διεμερίσθησαν τα ιμάτια αυτού, βάλλοντες κλήρον, διά να πληρωθή το ρηθέν υπό του προφήτου, Διεμερίσθησαν τα ιμάτιά μου εις εαυτούς και επί τον ιματισμόν μου έβαλον κλήρον.
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον,
36 Και καθήμενοι εφύλαττον αυτόν εκεί.
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 Και έθεσαν επάνωθεν της κεφαλής αυτού την κατηγορίαν αυτού γεγραμμένην· Ούτος εστιν Ιησούς ο βασιλεύς των Ιουδαίων.
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 Τότε εσταυρώθησαν μετ' αυτού δύο λησταί, εις εκ δεξιών και εις εξ αριστερών.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 οι δε διαβαίνοντες εβλασφήμουν αυτόν, κινούντες τας κεφαλάς αυτών
Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 και λέγοντες· Ο χαλών τον ναόν και διά τριών ημερών οικοδομών, σώσον σεαυτόν· αν ήσαι Υιός του Θεού, κατάβα από του σταυρού.
καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41 Ομοίως δε και οι αρχιερείς εμπαίζοντες μετά των γραμματέων και πρεσβυτέρων, έλεγον.
ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
42 Άλλους έσωσεν, εαυτόν δεν δύναται να σώση· αν ήναι βασιλεύς του Ισραήλ, ας καταβή τώρα από του σταυρού και θέλομεν πιστεύσει εις αυτόν·
ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσωμεν ἐπ᾽ αὐτῷ·
43 πέποιθεν επί τον Θεόν, ας σώση τώρα αυτόν, εάν θέλη αυτόν· επειδή είπεν ότι Θεού Υιός είμαι.
πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 Το αυτό δε και οι λησταί οι συσταυρωθέντες μετ' αυτού ωνείδιζον εις αυτόν.
τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
45 Από δε έκτης ώρας σκότος έγεινεν εφ' όλην την γην έως ώρας εννάτης·
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 περί δε την εννάτην ώραν ανεβόησεν ο Ιησούς μετά φωνής μεγάλης, λέγων· Ηλί, Ηλί, λαμά σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, διά τι με εγκατέλιπες;
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾽ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47 Και τινές των εκεί εστώτων ακούσαντες, έλεγον ότι τον Ηλίαν φωνάζει ούτος.
τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 Και ευθύς έδραμεν εις εξ αυτών και λαβών σπόγγον και γεμίσας όξους και περιθέσας εις κάλαμον επότιζεν αυτόν.
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
49 Οι δε λοιποί έλεγον· Άφες, ας ίδωμεν αν έρχηται ο Ηλίας να σώση αυτόν.
οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
50 Ο δε Ιησούς πάλιν κράξας μετά φωνής μεγάλης, αφήκε το πνεύμα.
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
51 Και ιδού, το καταπέτασμα του ναού εσχίσθη εις δύο από άνωθεν έως κάτω, και η γη εσείσθη και αι πέτραι εσχίσθησαν,
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 και τα μνημεία ηνοίχθησαν και πολλά σώματα των κεκοιμημένων αγίων ανέστησαν,
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
53 και εξελθόντες εκ των μνημείων μετά την ανάστασιν αυτού εισήλθον εις την αγίαν πόλιν και ενεφανίσθησαν εις πολλούς.
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 Ο δε εκατόνταρχος και οι μετ' αυτού φυλάττοντες τον Ιησούν, ιδόντες τον σεισμόν και τα γενόμενα, εφοβήθησαν σφόδρα, λέγοντες· Αληθώς Θεού Υιός ήτο ούτος.
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55 Ήσαν δε εκεί γυναίκες πολλαί από μακρόθεν θεωρούσαι, αίτινες ηκολούθησαν τον Ιησούν από της Γαλιλαίας υπηρετούσαι αυτόν·
Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
56 μεταξύ των οποίων ήτο Μαρία η Μαγδαληνή, και Μαρία η μήτηρ του Ιακώβου και Ιωσή, και η μήτηρ των υιών Ζεβεδαίου.
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 Ότε δε έγεινεν εσπέρα, ήλθεν άνθρωπος πλούσιος από Αριμαθαίας, το όνομα Ιωσήφ, όστις και αυτός εμαθήτευσεν εις τον Ιησούν·
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
58 ούτος ελθών προς τον Πιλάτον, εζήτησε το σώμα του Ιησού. Τότε ο Πιλάτος προσέταξε να αποδοθή το σώμα.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
59 Και λαβών το σώμα ο Ιωσήφ, ετύλιξεν αυτό με σινδόνα καθαράν,
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60 και έθεσεν αυτό εν τω νέω αυτού μνημείω, το οποίον ελατόμησεν εν τη πέτρα, και προσκυλίσας λίθον μέγαν εις την θύραν του μνημείου ανεχώρησεν.
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
61 Ήτο δε εκεί Μαρία η Μαγδαληνή και η άλλη Μαρία, καθήμεναι απέναντι του τάφου.
Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 Και τη επαύριον, ήτις είναι μετά την παρασκευήν, συνήχθησαν οι αρχιερείς και οι Φαρισαίοι προς τον Πιλάτον
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63 λέγοντες· Κύριε, ενεθυμήθημεν ότι εκείνος ο πλάνος είπεν έτι ζων, Μετά τρεις ημέρας θέλω αναστηθή.
λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 Πρόσταξον λοιπόν να ασφαλισθή ο τάφος έως της τρίτης ημέρας, μήποτε οι μαθηταί αυτού ελθόντες διά νυκτός κλέψωσιν αυτόν και είπωσι προς τον λαόν, Ανέστη εκ των νεκρών· και θέλει είσθαι η εσχάτη πλάνη χειροτέρα της πρώτης.
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 Είπε δε προς αυτούς ο Πιλάτος· Έχετε φύλακας· υπάγετε, ασφαλίσατε καθώς εξεύρετε.
ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66 Οι δε υπήγον και ησφάλισαν τον τάφον, σφραγίσαντες τον λίθον και επιστήσαντες τους φύλακας.
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

< Κατα Ματθαιον 27 >