< Κατα Ματθαιον 25 >
1 Τότε θέλει ομοιωθή η βασιλεία των ουρανών με δέκα παρθένους, αίτινες λαβούσαι τας λαμπάδας αυτών εξήλθον εις απάντησιν του νυμφίου.
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
2 Πέντε δε εξ αυτών ήσαν φρόνιμοι και πέντε μωραί.
πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι·
3 Αίτινες μωραί, λαβούσαι τας λαμπάδας αυτών, δεν έλαβον μεθ' εαυτών έλαιον·
αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον·
4 αι φρόνιμοι όμως έλαβον έλαιον εν τοις αγγείοις αυτών μετά των λαμπάδων αυτών.
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων αὐτῶν.
5 Και επειδή ο νυμφίος εβράδυνεν, ενύσταξαν πάσαι και εκοιμώντο.
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 Εν τω μέσω δε της νυκτός έγεινε κραυγή· Ιδού, ο νυμφίος έρχεται, εξέλθετε εις απάντησιν αυτού.
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
7 Τότε εσηκώθησαν πάσαι αι παρθένοι εκείναι και ητοίμασαν τας λαμπάδας αυτών.
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
8 Και αι μωραί είπον προς τας φρονίμους· Δότε εις ημάς εκ του ελαίου σας, διότι αι λαμπάδες ημών σβύνονται.
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
9 Απεκρίθησαν δε αι φρόνιμοι, λέγουσαι· Μήποτε δεν αρκέση εις ημάς και εις εσάς· όθεν υπάγετε κάλλιον προς τους πωλούντας και αγοράσατε εις εαυτάς.
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, Μή ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς.
10 Ενώ δε απήρχοντο διά να αγοράσωσιν, ήλθεν ο νυμφίος και αι έτοιμοι εισήλθον μετ' αυτού εις τους γάμους, και εκλείσθη η θύρα.
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
11 Ύστερον δε έρχονται και αι λοιπαί παρθένοι, λέγουσαι· Κύριε, Κύριε, άνοιξον εις ημάς.
ὕστερον δὲ ἔρχονται [καὶ] αἱ λοιπαὶ παρθένοι λέγουσαι, Κύριε κύριε, ἄνοιξον ἡμῖν.
12 Ο δε αποκριθείς είπεν· Αληθώς σας λέγω, δεν σας γνωρίζω.
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
13 Αγρυπνείτε λοιπόν, διότι δεν εξεύρετε την ημέραν ουδέ την ώραν, καθ' ην ο Υιός του ανθρώπου έρχεται.
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
14 Διότι θέλει ελθεί ως άνθρωπος, όστις αποδημών εκάλεσε τους δούλους αυτού και παρέδωκεν εις αυτούς τα υπάρχοντα αυτού,
ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ·
15 και εις άλλον μεν έδωκε πέντε τάλαντα, εις άλλον δε δύο, εις άλλον δε εν, εις έκαστον κατά την ιδίαν αυτού ικανότητα, και απεδήμησεν ευθύς.
καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως.
16 Υπήγε δε ο λαβών τα πέντε τάλαντα και εργαζόμενος δι' αυτών έκαμεν άλλα πέντε τάλαντα.
πορευθεὶς [δὲ] ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐκέρδησεν ἄλλα πέντε.
17 Ωσαύτως και ο τα δύο εκέρδησε και αυτός άλλα δύο.
ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο.
18 Ο δε λαβών το εν υπήγε και έσκαψεν εις την γην και έκρυψε το αργύριον του κυρίου αυτού.
ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 Μετά δε καιρόν πολύν έρχεται ο κύριος των δούλων εκείνων και θεωρεί λογαριασμόν μετ' αυτών.
μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει λόγον μετ᾽ αὐτῶν.
20 Και ελθών ο λαβών τα πέντε τάλαντα, προσέφερεν άλλα πέντε τάλαντα, λέγων· Κύριε, πέντε τάλαντα μοι παρέδωκας· ιδού, άλλα πέντε τάλαντα εκέρδησα επ' αυτοίς.
καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε [τάλαντα] ἐκέρδησα.
21 Και είπε προς αυτόν ο κύριος αυτού· Εύγε, δούλε αγαθέ και πιστέ· εις τα ολίγα εστάθης πιστός, επί πολλών θέλω σε καταστήσει· είσελθε εις την χαράν του κυρίου σου.
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22 Προσελθών δε και ο λαβών τα δύο τάλαντα είπε· Κύριε, δύο τάλαντα μοι παρέδωκας· ιδού, άλλα δύο τάλαντα εκέρδησα επ' αυτοίς.
προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.
23 Είπε προς αυτόν ο κύριος αυτού· Εύγε, δούλε αγαθέ και πιστέ· εις τα ολίγα εστάθης πιστός, επί πολλών θέλω σε καταστήσει· είσελθε εις την χαράν του κυρίου σου.
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24 Προσελθών δε και ο λαβών το εν τάλαντον, είπε· Κύριε, σε εγνώρισα ότι είσαι σκληρός άνθρωπος, θερίζων όπου δεν έσπειρας και συνάγων όθεν δεν διεσκόρπισας·
προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
25 και φοβηθείς υπήγα και έκρυψα το τάλαντόν σου εν τη γή· ιδού, έχεις το σον.
καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
26 Αποκριθείς δε ο κύριος αυτού, είπε προς αυτόν· Πονηρέ δούλε και οκνηρέ· ήξευρες ότι θερίζω όπου δεν έσπειρα και συνάγω όθεν δεν διεσκόρπισα·
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27 έπρεπε λοιπόν να βάλης το αργύριόν μου εις τους τραπεζίτας, και ελθών εγώ ήθελον λάβει το εμόν μετά τόκου.
ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 Λάβετε λοιπόν απ' αυτού το τάλαντον, και δότε εις τον έχοντα τα δέκα τάλαντα.
ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
29 Διότι εις πάντα τον έχοντα θέλει δοθή και περισσευθή, από δε του μη έχοντος και εκείνο το οποίον έχει θέλει αφαιρεθή απ' αυτού.
τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
30 Και τον αχρείον δούλον ρίψατε εις το σκότος το εξώτερον· εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων.
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 Όταν δε έλθη ο Υιός του ανθρώπου εν τη δόξη αυτού και πάντες οι άγιοι άγγελοι μετ' αυτού, τότε θέλει καθήσει επί του θρόνου της δόξης αυτού,
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
32 και θέλουσι συναχθή έμπροσθεν αυτού πάντα τα έθνη, και θέλει χωρίσει αυτούς απ' αλλήλων, καθώς ο ποιμήν χωρίζει τα πρόβατα από των εριφίων,
καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
33 και θέλει στήσει τα μεν πρόβατα εκ δεξιών αυτού, τα δε ερίφια εξ αριστερών.
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34 Τότε ο Βασιλεύς θέλει ειπεί προς τους εκ δεξιών αυτού· Έλθετε οι ευλογημένοι του Πατρός μου, κληρονομήσατε την ητοιμασμένην εις εσάς βασιλείαν από καταβολής κόσμου.
τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
35 Διότι επείνασα, και μοι εδώκατε να φάγω, εδίψησα, και με εποτίσατε, ξένος ήμην, και με εφιλοξενήσατε,
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
36 γυμνός, και με ενεδύσατε, ησθένησα, και με επεσκέφθητε, εν φυλακή ήμην, και ήλθετε προς εμέ.
γυμνὸς καὶ περιεβάλετέ με· ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
37 Τότε θέλουσιν αποκριθή προς αυτόν οι δίκαιοι, λέγοντες· Κύριε, πότε σε είδομεν πεινώντα και εθρέψαμεν, ή διψώντα και εποτίσαμεν;
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἴδαμεν πεινῶντα καὶ ἐθρέψαμεν; ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38 πότε δε σε είδομεν ξένον και εφιλοξενήσαμεν, ή γυμνόν και ενεδύσαμεν;
πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν; ἢ γυμνὸν καὶ περιεβάλομεν;
39 πότε δε σε είδομεν ασθενή ή εν φυλακή και ήλθομεν προς σε;
πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;
40 Και αποκριθείς ο Βασιλεύς θέλει ειπεί προς αυτούς· Αληθώς σας λέγω, καθ' όσον εκάμετε εις ένα τούτων των αδελφών μου των ελαχίστων, εις εμέ εκάμετε.
καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
41 Τότε θέλει ειπεί και προς τους εξ αριστερών· Υπάγετε απ' εμού οι κατηραμένοι εις το πυρ το αιώνιον, το ητοιμασμένον διά τον διάβολον και τους αγγέλους αυτού. (aiōnios )
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (aiōnios )
42 Διότι επείνασα, και δεν μοι εδώκατε να φάγω, εδίψησα, και δεν με εποτίσατε,
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
43 ξένος ήμην, και δεν με εφιλοξενήσατε, γυμνός, και δεν με ενεδύσατε, ασθενής και εν φυλακή, και δεν με επεσκέφθητε.
ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.
44 Τότε θέλουσιν αποκριθή προς αυτόν και αυτοί, λέγοντες· Κύριε, πότε σε είδομεν πεινώντα ή διψώντα ή ξένον ή γυμνόν ή ασθενή ή εν φυλακή, και δεν σε υπηρετήσαμεν;
τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;
45 Τότε θέλει αποκριθή προς αυτούς, λέγων· Αληθώς σας λέγω, καθ' όσον δεν εκάμετε εις ένα τούτων των ελαχίστων, ουδέ εις εμέ εκάμετε.
τότε ἀποκριθήσεται αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
46 Και θέλουσιν απέλθει ούτοι μεν εις κόλασιν αιώνιον, οι δε δίκαιοι εις ζωήν αιώνιον. (aiōnios )
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. (aiōnios )