< Κατα Ματθαιον 23 >

1 Τότε ο Ιησούς ελάλησε προς τους όχλους και προς τους μαθητάς αυτού,
Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2 λέγων· Επί της καθέδρας του Μωϋσέως εκάθησαν οι γραμματείς και οι Φαρισαίοι.
λέγων· ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
3 Πάντα λοιπόν όσα αν είπωσι προς εσάς να φυλάττητε, φυλάττετε και πράττετε, κατά δε τα έργα αυτών μη πράττετε· επειδή λέγουσι και δεν πράττουσι.
πάντα οὖν ὅσα (ἐὰν *N(k)O*) εἴπωσιν ὑμῖν (τηρεῖν *K*) (ποιήσατε *N(k)O*) καὶ τηρεῖτε. κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 Διότι δένουσι φορτία βαρέα και δυσβάστακτα και επιθέτουσιν επί τους ώμους των ανθρώπων, δεν θέλουσιν όμως ουδέ διά του δακτύλου αυτών να κινήσωσιν αυτά.
δεσμεύουσιν (δὲ *N(k)O*) φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5 Πράττουσι δε πάντα τα έργα αυτών διά να βλέπωνται υπό των ανθρώπων. Και πλατύνουσι τα φυλακτήρια αυτών και μεγαλύνουσι τα κράσπεδα των ιματίων αυτών,
πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν (γὰρ *N(k)O*) τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα (τῶν *k*) (ἱματίων αὐτῶν. *K*)
6 και αγαπώσι τον πρώτον τόπον εν τοις δείπνοις και τας πρωτοκαθεδρίας εν ταις συναγωγαίς
φιλοῦσιν (δὲ *N(k)O*) τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7 και τους ασπασμούς εν ταις αγοραίς και να ονομάζωνται υπό των ανθρώπων Ραββί, Ραββί·
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί (ῥαββί. *K*)
8 σεις όμως μη ονομασθήτε Ραββί· διότι εις είναι ο καθηγητής σας, ο Χριστός· πάντες δε σεις αδελφοί είσθε.
ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ (διδάσκαλος *N(k)O*) (ὁ Χριστός, *K*) πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 Και πατέρα σας μη ονομάσητε επί της γής· διότι εις είναι ο Πατήρ σας, ο εν τοις ουρανοίς.
Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ (οὐράνιος. *N(k)O*)
10 Μηδέ ονομασθήτε καθηγηταί· διότι εις είναι ο καθηγητής σας, ο Χριστός.
μηδὲ κληθῆτε καθηγηταί, (ὅτι *N(k)O*) (ὁ *k*) καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ Χριστός.
11 Ο δε μεγαλήτερος από σας θέλει είσθαι υπηρέτης σας.
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 Όστις δε υψώση εαυτόν θέλει ταπεινωθή, και όστις ταπεινώση εαυτόν θέλει υψωθή.
ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13 Αλλ' ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι κατατρώγετε τας οικίας των χηρών και τούτο επί προφάσει ότι κάμνετε μακράς προσευχάς· διά τούτο θέλετε λάβει μεγαλητέραν καταδίκην.
Οὐαὶ (δὲ *no*) ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
14 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι κλείετε την βασιλείαν των ουρανών έμπροσθεν των ανθρώπων· επειδή σεις δεν εισέρχεσθε ουδέ τους εισερχομένους αφίνετε να εισέλθωσιν.
(Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰν προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. *K*)
15 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι περιέρχεσθε την θάλασσαν και την ξηράν διά να κάμητε ένα προσήλυτον, και όταν γείνη, κάμνετε αυτόν υιόν της γεέννης διπλότερον υμών. (Geenna g1067)
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (Geenna g1067)
16 Ουαί εις εσάς, οδηγοί τυφλοί, οι λέγοντες· Όστις ομόση εν τω ναώ είναι ουδέν, όστις όμως ομόση εν τω χρυσώ του ναού, υποχρεούται.
Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 Μωροί και τυφλοί· διότι τις είναι μεγαλήτερος, ο χρυσός ή ο ναός ο αγιάζων τον χρυσόν;
μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ (ἁγιάσας *N(k)O*) τὸν χρυσόν;
18 Καί· Όστις ομόση εν τω θυσιαστηρίω, είναι ουδέν, όστις όμως ομόση εν τω δώρω τω επάνω αυτού, υποχρεούται.
καὶ ὃς (ἂν *N(k)O*) ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 Μωροί και τυφλοί· διότι τι είναι μεγαλήτερον, το δώρον ή το θυσιαστήριον το αγιάζον το δώρον;
(μωροὶ καὶ *K*) τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 Ο ομόσας λοιπόν εν τω θυσιαστηρίω ομνύει εν αυτώ και εν πάσι τοις επάνω αυτού·
ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ,
21 και ο ομόσας εν τω ναώ ομνύει εν αυτώ και εν τω κατοικούντι αυτόν.
καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ (κατοικοῦντι *NK(o)*) αὐτόν,
22 Και ο ομόσας εν τω ουρανώ, ομνύει εν τω θρόνω του Θεού και εν τω καθημένω επάνω αυτού.
καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι αποδεκατίζετε το ηδύοσμον και το άνηθον και το κύμινον, και αφήκατε τα βαρύτερα του νόμου, την κρίσιν και τον έλεον και την πίστιν· ταύτα έπρεπε να πράττητε και εκείνα να μη αφίνητε.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ (τὸ ἔλεος *N(k)O*) καὶ τὴν πίστιν· ταῦτα (δὲ *no*) ἔδει ποιῆσαι κἀκεῖνα κἀκεῖνα μὴ (ἀφιέναι. *NK(o)*)
24 Οδηγοί τυφλοί, οίτινες διυλίζετε τον κώνωπα, την δε κάμηλον καταπίνετε.
ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι καθαρίζετε το έξωθεν του ποτηρίου και του πινακίου, έσωθεν όμως γέμουσιν εξ αρπαγής και ακρασίας.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ (ἀκρασίας. *NK(O)*)
26 Φαρισαίε τυφλέ, καθάρισον πρώτον το εντός του ποτηρίου και του πινακίου, διά να γείνη και το εκτός αυτών καθαρόν.
Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου (καὶ *KO*) (τῆς *ko*) (παροψίδος *KO*) ἵνα γένηται καὶ τὸ ἐκτὸς (αὐτοῦ *N(K)O*) καθαρόν.
27 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι υποκριταί, διότι ομοιάζετε με τάφους ασβεστωμένους, οίτινες έξωθεν μεν φαίνονται ωραίοι, έσωθεν όμως γέμουσιν οστέων νεκρών και πάσης ακαθαρσίας.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι (παρομοιάζετε *NK(o)*) τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 Ούτω και σεις έξωθεν μεν φαίνεσθε εις τους ανθρώπους δίκαιοι, έσωθεν όμως είσθε πλήρεις υποκρίσεως και ανομίας.
οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
29 Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι υποκριταί· διότι οικοδομείτε τους τάφους των προφητών και στολίζετε τα μνημεία των δικαίων,
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
30 και λέγετε· Εάν ήμεθα εν ταις ημέραις των πατέρων ημών, δεν ηθέλομεν είσθαι συγκοινωνοί αυτών εν τω αίματι των προφητών.
καὶ λέγετε· εἰ (ἤμεθα *N(k)O*) ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν (ἤμεθα *N(k)O*) αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν,
31 Ώστε μαρτυρείτε εις εαυτούς ότι είσθε υιοί των φονευσάντων τους προφήτας.
ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
32 Αναπληρώσατε και σεις το μέτρον των πατέρων σας.
καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 Όφεις, γεννήματα εχιδνών· πως θέλετε φύγει από της καταδίκης της γεέννης; (Geenna g1067)
ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; (Geenna g1067)
34 Διά τούτο ιδού, εγώ αποστέλλω προς εσάς προφήτας και σοφούς και γραμματείς, και εξ αυτών θέλετε θανατώσει και σταυρώσει, και εξ αυτών θέλετε μαστιγώσει εν ταις συναγωγαίς σας και διώξει από πόλεως εις πόλιν,
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· (καὶ *k*) ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
35 διά να έλθη εφ' υμάς παν αίμα δίκαιον εκχυνόμενον επί της γης από του αίματος Άβελ του δικαίου έως του αίματος Ζαχαρίου υιού Βαραχίου, τον οποίον εφονεύσατε μεταξύ του ναού και του θυσιαστηρίου.
ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 Αληθώς σας λέγω, Πάντα ταύτα θέλουσιν ελθεί επί την γενεάν ταύτην.
ἀμὴν λέγω ὑμῖν· (ὅτι *o*) ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ιερουσαλήμ, Ιερουσαλήμ, η φονεύουσα τους προφήτας και λιθοβολούσα τους απεσταλμένους προς σέ· ποσάκις ηθέλησα να συνάξω τα τέκνα σου καθ' ον τρόπον συνάγει η όρνις τα ορνίθια εαυτής υπό τας πτέρυγας, και δεν ηθελήσατε.
Ἰερουσαλὴμ Ἰερουσαλὴμ ἡ (ἀποκτείνουσα *NK(o)*) τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία (αὐτῆς *N(k)O*) ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
38 Ιδού, αφίνεται εις εσάς ο οίκός σας έρημος.
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 Διότι σας λέγω, δεν θέλετε με ιδεί εις το εξής, εωσού είπητε, Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
λέγω γὰρ ὑμῖν· οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

< Κατα Ματθαιον 23 >