< Κατα Ματθαιον 22 >

1 Και αποκριθείς ο Ιησούς πάλιν είπε προς αυτούς διά παραβολών, λέγων·
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς λέγων·
2 Ωμοιώθη η βασιλεία των ουρανών με άνθρωπον βασιλέα, όστις έκαμε γάμους εις τον υιόν αυτού·
Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
3 και απέστειλε τους δούλους αυτού να καλέσωσι τους προσκεκλημένους εις τους γάμους, και δεν ήθελον να έλθωσι.
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 Πάλιν απέστειλεν άλλους δούλους, λέγων· Είπατε προς τους προσκεκλημένους· Ιδού, το γεύμα μου ητοίμασα, οι ταύροι μου και τα θρεπτά είναι εσφαγμένα και πάντα είναι έτοιμα· έλθετε εις τους γάμους.
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 Εκείνοι όμως αμελήσαντες απήλθον, ο μεν εις τον αγρόν αυτού, ο δε εις το εμπόριον αυτού·
οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃςμὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃςδὲ ⸀ἐπὶτὴν ἐμπορίαν αὐτοῦ·
6 οι δε λοιποί πιάσαντες τους δούλους αυτού ύβρισαν και εφόνευσαν.
οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 Ακούσας δε ο βασιλεύς ωργίσθη, και πέμψας τα στρατεύματα αυτού απώλεσε τους φονείς εκείνους και την πόλιν αυτών κατέκαυσε.
⸂ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8 Τότε λέγει προς τους δούλους αυτού· Ο μεν γάμος είναι έτοιμος, οι δε προσκεκλημένοι δεν ήσαν άξιοι·
τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
9 υπάγετε λοιπόν εις τας διεξόδους των οδών, και όσους αν εύρητε καλέσατε εις τους γάμους.
πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰνεὕρητε καλέσατε εἰς τοὺς γάμους.
10 Και εξελθόντες οι δούλοι εκείνοι εις τας οδούς, συνήγαγον πάντας όσους εύρον, κακούς τε και καλούς· και εγεμίσθη ο γάμος από ανακεκλιμένων.
καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓςεὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμοςἀνακειμένων.
11 Εισελθών δε ο βασιλεύς διά να θεωρήση τους ανακεκλιμένους, είδεν εκεί άνθρωπον μη ενδεδυμένον ένδυμα γάμου,
εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
12 και λέγει προς αυτόν· Φίλε, πως εισήλθες ενταύθα μη έχων ένδυμα γάμου; Ο δε απεστομώθη.
καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
13 Τότε είπεν ο βασιλεύς προς τους υπηρέτας· Δέσαντες αυτού πόδας και χείρας, σηκώσατε αυτόν και ρίψατε εις το σκότος το εξώτερον· εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων.
τότε ⸂ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 Διότι πολλοί είναι οι κεκλημένοι, ολίγοι δε οι εκλεκτοί.
πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
15 Τότε υπήγον οι Φαρισαίοι και συνεβουλεύθησαν πως να παγιδεύσωσιν αυτόν εν λόγω.
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 Και αποστέλλουσι προς αυτόν τους μαθητάς αυτών μετά των Ηρωδιανών, λέγοντες· Διδάσκαλε, εξεύρομεν ότι αληθής είσαι και την οδόν του Θεού εν αληθεία διδάσκεις και δεν σε μέλει περί ουδενός· διότι δεν βλέπεις εις πρόσωπον ανθρώπων·
καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
17 ειπέ λοιπόν προς ημάς, Τι σοι φαίνεται; είναι συγκεχωρημένον να δώσωμεν δασμόν εις τον Καίσαρα ή ουχί;
εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
18 Γνωρίσας δε ο Ιησούς την πονηρίαν αυτών, είπε· Τι με πειράζετε, υποκριταί;
γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί;
19 δείξατέ μοι το νόμισμα του δασμού· οι δε έφεραν προς αυτόν δηνάριον.
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 Και λέγει προς αυτούς· Τίνος είναι η εικών αύτη και η επιγραφή;
καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
21 Λέγουσι προς αυτόν· Του Καίσαρος. Τότε λέγει προς αυτούς· Απόδοτε λοιπόν τα του Καίσαρος εις τον Καίσαρα και τα του Θεού εις τον Θεόν.
λέγουσιν ⸀αὐτῷ Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
22 Και ακούσαντες εθαύμασαν, και αφήσαντες αυτόν ανεχώρησαν.
καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23 Εν εκείνη τη ημέρα προσήλθον προς αυτόν Σαδδουκαίοι, οι λέγοντες ότι δεν είναι ανάστασις, και ηρώτησαν αυτόν, λέγοντες·
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντεςμὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24 Διδάσκαλε, ο Μωϋσής είπεν, Εάν τις αποθάνη μη έχων τέκνα, θέλει νυμφευθή ο αδελφός αυτού την γυναίκα αυτού και θέλει αναστήσει σπέρμα εις τον αδελφόν αυτού.
λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 Ήσαν δε παρ' ημίν επτά αδελφοί· και ο πρώτος αφού ενυμφεύθη ετελεύτησε, και μη έχων τέκνον, αφήκε την γυναίκα αυτού εις τον αδελφόν αυτού·
ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμαςἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
26 ομοίως και ο δεύτερος, και ο τρίτος, έως των επτά.
ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά·
27 Ύστερον δε πάντων απέθανε και η γυνή.
ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡγυνή.
28 Εν τη αναστάσει λοιπόν τίνος των επτά θέλει είσθαι γυνή; διότι πάντες έλαβον αυτήν.
ἐν τῇ ⸂ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 Αποκριθείς δε ο Ιησούς, είπε προς αυτούς· Πλανάσθε μη γνωρίζοντες τας γραφάς μηδέ την δύναμιν του Θεού.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
30 Διότι εν τη αναστάσει ούτε νυμφεύονται ούτε νυμφεύουσιν, αλλ' είναι ως άγγελοι του Θεού εν ουρανώ.
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦἐν ⸀τῷοὐρανῷ εἰσιν·
31 Περί δε της αναστάσεως των νεκρών δεν ανεγνώσατε το ρηθέν προς εσάς υπό του Θεού, λέγοντος·
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·
32 Εγώ είμαι ο Θεός του Αβραάμ και ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ; δεν είναι ο Θεός Θεός νεκρών, αλλά ζώντων.
Ἐγώ εἰμι ὁ θεὸςἈβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων.
33 Και ακούσαντες οι όχλοι, εξεπλήττοντο διά την διδαχήν αυτού.
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οι δε Φαρισαίοι, ακούσαντες ότι απεστόμωσε τους Σαδδουκαίους, συνήχθησαν ομού.
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.
35 Και εις εξ αυτών, νομικός, ηρώτησε πειράζων αυτόν και λέγων·
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν
36 Διδάσκαλε, ποία εντολή είναι μεγάλη εν τω νόμω;
Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 Και ο Ιησούς είπε προς αυτόν· Θέλεις αγαπά Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της διανοίας σου.
ὁ ⸀δὲἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇκαρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
38 Αύτη είναι πρώτη και μεγάλη εντολή.
αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη ἐντολή.
39 Δευτέρα δε ομοία αυτής· Θέλεις αγαπά τον πλησίον σου ως σεαυτόν.
Δευτέρα ⸀δὲὁμοία ⸀αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 Εν ταύταις ταις δύο εντολαίς όλος ο νόμος και οι προφήται κρέμανται.
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται.
41 Και ενώ ήσαν συνηγμένοι οι Φαρισαίοι, ηρώτησεν αυτούς ο Ιησούς,
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 λέγων· Τι σας φαίνεται περί του Χριστού; τίνος υιός είναι; Λέγουσι προς αυτόν· Του Δαβίδ.
λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ.
43 Λέγει προς αυτούς· Πως λοιπόν ο Δαβίδ διά Πνεύματος ονομάζει αυτόν Κύριον, λέγων,
λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον λέγων·
44 Είπεν ο Κύριος προς τον Κύριόν μου, Κάθου εκ δεξιών μου εωσού θέσω τους εχθρούς σου υποπόδιον των ποδών σου;
⸀Εἶπενκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτωτῶν ποδῶν σου;
45 Εάν λοιπόν ο Δαβίδ ονομάζη αυτόν Κύριον, πως είναι υιός αυτού;
εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
46 Και ουδείς ηδύνατο να αποκριθή προς αυτόν λόγον· ουδ' ετόλμησέ τις απ' εκείνης της ημέρας να ερωτήση πλέον αυτόν.
καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

< Κατα Ματθαιον 22 >