< Κατα Μαρκον 3 >
1 Και εισήλθε πάλιν εις την συναγωγήν· και ήτο εκεί άνθρωπος έχων εξηραμμένην την χείρα.
Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2 Και παρετήρουν αυτόν αν εν τω σαββάτω θέλη θεραπεύσει αυτόν, διά να κατηγορήσωσιν αυτόν.
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
3 Και λέγει προς τον άνθρωπον τον έχοντα εξηραμμένην την χείρα· Σηκώθητι εις το μέσον.
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον.
4 Και λέγει προς αυτούς· Είναι συγκεχωρημένον εν σαββάτω να αγαθοποιήση τις ή να κακοποιήση; να σώση ψυχήν ή να θανατώση; οι δε εσιώπων.
καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 Και περιβλέψας αυτούς μετ' οργής, λυπούμενος διά την πώρωσιν της καρδίας αυτών, λέγει προς τον άνθρωπον· Έκτεινον την χείρα σου. Και εξέτεινε, και αποκατεστάθη η χειρ αυτού υγιής ως η άλλη.
καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
6 Και εξελθόντες οι Φαρισαίοι συνεβουλεύθησαν ευθύς μετά των Ηρωδιανών κατ' αυτού, διά να απολέσωσιν αυτόν.
καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7 Και ο Ιησούς ανεχώρησε μετά των μαθητών αυτού προς την θάλασσαν· και ηκολούθησαν αυτόν πολύ πλήθος από της Γαλιλαίας και από της Ιουδαίας
Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ,
8 και από Ιεροσολύμων και από της Ιδουμαίας και από πέραν του Ιορδάνου και οι περί Τύρον και Σιδώνα, πλήθος πολύ, ακούσαντες όσα έπραττεν, ήλθον προς αυτόν.
καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
9 Και είπε προς τους μαθητάς αυτού να μένη πλησίον αυτού εν πλοιάριον εξ αιτίας του όχλου, διά να μη συνθλίβωσιν αυτόν·
καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν·
10 διότι εθεράπευσε πολλούς, ώστε έπιπτον επ' αυτόν διά να εγγίσωσιν αυτόν όσοι είχον αρρωστίας·
πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας·
11 και τα πνεύματα τα ακάθαρτα, ότε εθεώρουν αυτόν, προσέπιπτον εις αυτόν και έκραζον, λέγοντα ότι συ είσαι ο Υιός του Θεού.
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
12 Και πολλά επετίμα αυτά διά να μη φανερώσωσιν αυτόν.
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.
13 Και αναβαίνει εις το όρος και προσκαλεί όσους αυτός ήθελε, και υπήγον προς αυτόν.
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 Και εξέλεξε δώδεκα, διά να ήναι μετ' αυτού και διά να αποστέλλη αυτούς να κηρύττωσι
καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 και να έχωσιν εξουσίαν να θεραπεύωσι τας νόσους και να εκβάλλωσι τα δαιμόνια·
καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια·
16 Σίμωνα, τον οποίον επωνόμασε Πέτρον,
καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
17 και Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφόν του Ιακώβου· και επωνόμασεν αυτούς Βοανεργές, το οποίον σημαίνει Υιοί βροντής·
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
18 και Ανδρέαν και Φίλιππον και Βαρθολομαίον και Ματθαίον και Θωμάν και Ιάκωβον τον του Αλφαίου και Θαδδαίον και Σίμωνα τον Κανανίτην
καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην
19 και Ιούδαν τον Ισκαριώτην, όστις και παρέδωκεν αυτόν.
καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
20 Και έρχονται εις οίκον τινά· και συναθροίζεται πάλιν όχλος, ώστε αυτοί δεν ηδύναντο μηδέ να φάγωσιν άρτον.
Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21 Και ότε ήκουσαν οι συγγενείς αυτού, εξήλθον διά να πιάσωσιν αυτόν· διότι έλεγον ότι είναι έξω εαυτού.
καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 Και οι γραμματείς, οίτινες κατέβησαν από Ιεροσολύμων, έλεγον ότι έχει Βεελζεβούλ, και ότι διά του άρχοντος των δαιμονίων εκβάλλει τα δαιμόνια.
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 Και προσκαλέσας αυτούς, έλεγε προς αυτούς διά παραβολών· Πως δύναται Σατανάς να εκβάλλη Σατανάν;
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
24 και εάν βασιλεία διαιρεθή καθ' εαυτής, η βασιλεία εκείνη δεν δύναται να σταθή·
καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 και εάν οικία διαιρεθή καθ' εαυτής, η οικία εκείνη δεν δύναται να σταθή.
καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
26 Και αν ο Σατανάς εσηκώθη καθ' εαυτού και διηρέθη, δεν δύναται να σταθή, αλλ' έχει τέλος.
καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
27 Ουδείς δύναται να αρπάση τα σκεύη του δυνατού, εισελθών εις την οικίαν αυτού, εάν πρώτον δεν δέση τον δυνατόν, και τότε θέλει διαρπάσει την οικίαν αυτού.
οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28 Αληθώς σας λέγω ότι πάντα τα αμαρτήματα θέλουσι συγχωρηθή εις τους υιούς των ανθρώπων και αι βλασφημίαι, όσας βλασφημήσωσιν·
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσας ἐὰν βλασφημήσωσιν·
29 όστις όμως βλασφημήση εις το Πνεύμα το Άγιον, δεν έχει συγχώρησιν εις τον αιώνα, αλλ' είναι ένοχος αιωνίου καταδίκης· (aiōn , aiōnios )
ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· (aiōn , aiōnios )
30 διότι έλεγον, Πνεύμα ακάθαρτον έχει.
ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει.
31 Έρχονται λοιπόν οι αδελφοί και η μήτηρ αυτού, και σταθέντες έξω απέστειλαν προς αυτόν και έκραζον αυτόν.
Ἔρχονται οὖν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν.
32 Και εκάθητο όχλος περί αυτόν· είπον δε προς αυτόν· Ιδού, η μήτηρ σου και οι αδελφοί σου έξω σε ζητούσι.
καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος· εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.
33 Και απεκρίθη προς αυτούς, λέγων· Τις είναι η μήτηρ μου ή οι αδελφοί μου;
καὶ ἀπεκρίθη αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34 Και περιβλέψας κύκλω προς τους καθημένους περί αυτόν, λέγει· Ιδού η μήτηρ μου και οι αδελφοί μου·
καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35 διότι όστις κάμη το θέλημα του Θεού, ούτος είναι αδελφός μου και αδελφή μου και μήτηρ.
ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.