< Κατα Μαρκον 2 >
1 Και μεθ' ημέρας πάλιν εισήλθεν εις Καπερναούμ και ηκούσθη ότι είναι εις οίκον.
Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2 Και ευθύς συνήχθησαν πολλοί, ώστε δεν εχώρουν πλέον αυτούς ουδέ τα πρόθυρα· και εκήρυττεν εις αυτούς τον λόγον.
Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 Και έρχονται προς αυτόν φέροντες παραλυτικόν, βασταζόμενον υπό τεσσάρων·
Καὶ ἔρχονται πρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
4 και μη δυνάμενοι να πλησιάσωσιν εις αυτόν εξ αιτίας του όχλου, εχάλασαν την στέγην όπου ήτο, και διατρυπήσαντες καταβιβάζουσι τον κράββατον, εφ' ου κατέκειτο ο παραλυτικός.
Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 Ιδών δε ο Ιησούς την πίστιν αυτών, λέγει προς τον παραλυτικόν· Τέκνον, συγκεχωρημέναι είναι εις σε αι αμαρτίαι σου.
Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
6 Ήσαν δε τινές των γραμματέων εκεί καθήμενοι και διαλογιζόμενοι εν ταις καρδίαις αυτών·
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7 Διά τι ούτος λαλεί τοιαύτας βλασφημίας; τις δύναται να συγχωρή αμαρτίας ειμή εις, ο Θεός;
Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;
8 Και ευθύς νοήσας ο Ιησούς διά του πνεύματος αυτού ότι ούτω διαλογίζονται καθ' εαυτούς, είπε προς αυτούς· Διά τι διαλογίζεσθε ταύτα εν ταις καρδίαις σας;
Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τι είναι ευκολώτερον, να είπω προς τον παραλυτικόν, Συγκεχωρημέναι είναι αι αμαρτίαι σου, ή να είπω, Σηκώθητι και έπαρε τον κράββατόν σου και περιπάτει;
Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, καὶ ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει;
10 αλλά διά να γνωρίσητε ότι έξουσίαν έχει ο Υιός του ανθρώπου επί της γης να συγχωρή αμαρτίας λέγει προς τον παραλυτικόν·
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—λέγει τῷ παραλυτικῷ—
11 Προς σε λέγω, Σηκώθητι και έπαρε τον κράββατόν σου και ύπαγε εις τον οίκόν σου.
Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 Και ηγέρθη ευθύς και σηκώσας τον κράββατον, εξήλθεν ενώπιον πάντων, ώστε εξεπλήττοντο πάντες και εδόξαζον τον Θεόν, λέγοντες ότι ουδέποτε είδομεν τοιαύτα.
Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
13 Και εξήλθε πάλιν παρά την θάλασσαν· και πας ο όχλος ήρχετο προς αυτόν, και εδίδασκεν αυτούς.
Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 Και διαβαίνων είδε Λευΐν τον του Αλφαίου καθήμενον εις το τελώνιον, και λέγει προς αυτόν· Ακολούθει με. Και σηκωθείς ηκολούθησεν αυτόν.
Καὶ παράγων εἶδε Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 Και ενώ εκάθητο εις την τράπεζαν εν τη οικία αυτού, συνεκάθηντο και πολλοί τελώναι και αμαρτωλοί μετά του Ιησού και των μαθητών αυτού· διότι ήσαν πολλοί, και ηκολούθησαν αυτόν.
Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
16 Οι δε γραμματείς και Φαρισαίοι, ιδόντες αυτόν τρώγοντα μετά των τελωνών και αμαρτωλών, έλεγον προς τους μαθητάς αυτού· Διά τι μετά των τελωνών και αμαρτωλών τρώγει και πίνει;
Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
17 Και ακούσας ο Ιησούς, λέγει προς αυτούς· Δεν έχουσι χρείαν ιατρού οι υγιαίνοντες, αλλ' οι πάσχοντες· δεν ήλθον διά να καλέσω δικαίους αλλά αμαρτωλούς εις μετάνοιαν.
Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
18 Οι μαθηταί δε του Ιωάννου και οι των Φαρισαίων ενήστευον. Και έρχονται και λέγουσι προς αυτόν· Διά τι οι μαθηταί του Ιωάννου και οι των Φαρισαίων νηστεύουσιν, οι δε μαθηταί σου δεν νηστεύουσι;
Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
19 Και είπε προς αυτούς ο Ιησούς· Μήπως δύνανται οι υιοί του νυμφώνος, ενόσω ο νυμφίος είναι μετ' αυτών, να νηστεύωσιν; όσον καιρόν έχουσι τον νυμφίον μεθ' εαυτών, δεν δύνανται να νηστεύωσι·
Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
20 θέλουσιν όμως ελθεί ημέραι, όταν αφαιρεθή απ' αυτών ο νυμφίος, και τότε θέλουσι νηστεύσει εν εκείναις ταις ημέραις.
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
21 Και ουδείς ράπτει επίρραμμα αγνάφου πανίου επί ιμάτιον παλαιόν· ει δε μη, το αναπλήρωμα αυτού το νέον αφαιρεί από του παλαιού, και γίνεται σχίσμα χειρότερον.
Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 Και ουδείς βάλλει οίνον νέον εις ασκούς παλαιούς· ει δε μη, ο οίνος ο νέος διασχίζει τους ασκούς, και ο οίνος εκχέεται και οι ασκοί φθείρονται· αλλά πρέπει οίνος νέος να βάλληται εις ασκούς νέους.
Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
23 Και ότε διέβαινεν εν σαββάτω διά των σπαρτών, οι μαθηταί αυτού, ενώ ώδευον, ήρχισαν να ανασπώσι τα αστάχυα.
Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 Και οι Φαρισαίοι έλεγον προς αυτόν· Ιδού, διά τι πράττουσιν εν τοις σάββασιν εκείνο, το οποίον δεν συγχωρείται;
Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
25 Και αυτός έλεγε προς αυτούς· Ποτέ δεν ανεγνώσατε τι έπραξεν ο Δαβίδ, ότε έλαβε χρείαν και επείνασεν αυτός και οι μετ' αυτού;
Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26 πως εισήλθεν εις τον οίκον του Θεού επί Αβιάθαρ του αρχιερέως, και έφαγε τους άρτους της προθέσεως, τους οποίους δεν είναι συγκεχωρημένον ειμή εις τους ιερείς να φάγωσι, και έδωκε και εις τους όντας μετ' αυτού;
Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
27 Και έλεγε προς αυτούς· το σάββατον έγεινε διά τον άνθρωπον, ουχί ο άνθρωπος διά το σάββατον·
Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28 ώστε ο Υιός του ανθρώπου κύριος είναι και του σαββάτου.
ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.