< Κατα Μαρκον 14 >
1 Μετά δε δύο ημέρας ήτο το πάσχα και τα άζυμα. Και εζήτουν οι αρχιερείς και οι γραμματείς πως να συλλάβωσιν αυτόν με δόλον και να θανατώσωσιν.
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 Έλεγον δε, Μη εν τη εορτή, μήποτε γείνη θόρυβος του λαού.
Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 Και ενώ αυτός ήτο εν Βηθανία εν τη οικία Σίμωνος του λεπρού, και εκάθητο εις την τράπεζαν, ήλθε γυνή έχουσα αλάβαστρον μύρου νάρδου καθαράς πολυτίμου, και συντρίψασα το αλάβαστρον, έχυσε το μύρον επί της κεφαλής αυτού.
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 Ήσαν δε τινές αγανακτούντες καθ' εαυτούς και λέγοντες· Διά τι έγεινεν η απώλεια αύτη του μύρου;
Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 διότι ηδύνατο τούτο να πωληθή υπέρ τριακόσια δηνάρια και να δοθώσιν εις τους πτωχούς· και ωργίζοντο κατ' αυτής.
Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.
6 Αλλ' ο Ιησούς είπεν· Αφήσατε αυτήν· διά τι ενοχλείτε αυτήν; καλόν έργον έπραξεν εις εμέ.
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ.
7 Διότι τους πτωχούς πάντοτε έχετε μεθ' εαυτών, και όταν θέλητε, δύνασθε να ευεργετήσητε αυτούς· εμέ όμως πάντοτε δεν έχετε.
Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 ό, τι ηδύνατο αύτη έπραξε· προέλαβε να αλείψη με μύρον το σώμα μου διά τον ενταφιασμόν.
Ὃ εἶχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 Αληθώς σας λέγω, Όπου αν κηρυχθή το ευαγγέλιον τούτο εις όλον τον κόσμον, και εκείνο το οποίον έπραξεν αύτη θέλει λαληθή εις μνημόσυνον αυτής.
Ἀμὴν λέγω ὑμῖν, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 Τότε ο Ιούδας ο Ισκαριώτης, εις των δώδεκα, υπήγε προς τους αρχιερείς, διά να παραδώση αυτόν εις αυτούς.
Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 Εκείνοι δε ακούσαντες εχάρησαν και υπεσχέθησαν να δώσωσιν εις αυτόν αργύρια· και εζήτει πως να παραδώση αυτόν εν ευκαιρία.
Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 Και τη πρώτη ημέρα των αζύμων, ότε εθυσίαζον το πάσχα, λέγουσι προς αυτόν οι μαθηταί αυτού· Που θέλεις να υπάγωμεν και να ετοιμάσωμεν διά να φάγης το πάσχα;
Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα;
13 Και αποστέλλει δύο των μαθητών αυτού και λέγει προς αυτούς· Υπάγετε εις την πόλιν, και θέλει σας απαντήσει άνθρωπος βαστάζων σταμνίον ύδατος· ακολουθήσατε αυτόν,
Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 και όπου εισέλθη, είπατε προς τον οικοδεσπότην ότι ο Διδάσκαλος λέγει· Που είναι το κατάλυμα, όπου θέλω φάγει το πάσχα μετά των μαθητών μου;
καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 Και αυτός θέλει σας δείξει ανώγεον μέγα εστρωμένον έτοιμον· εκεί ετοιμάσατε εις ημάς.
Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 Και εξήλθον οι μαθηταί αυτού και ήλθον εις την πόλιν, και εύρον καθώς είπε προς αυτούς, και ητοίμασαν το πάσχα.
Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Και ότε έγεινεν εσπέρα, έρχεται μετά των δώδεκα·
Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18 και ενώ εκάθηντο εις την τράπεζαν και έτρωγον, είπεν ο Ιησούς· Αληθώς σας λέγω ότι εις εξ υμών θέλει με παραδώσει, όστις τρώγει μετ' εμού.
Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.
19 Οι δε ήρχισαν να λυπώνται και να λέγωσι προς αυτόν εις έκαστος· Μήπως εγώ; και άλλος· Μήπως εγώ;
Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς, Μήτι ἐγώ; Καὶ ἄλλος, Μήτι ἐγώ;
20 Ο δε αποκριθείς είπε προς αυτούς· Εις εκ των δώδεκα, ο εμβάπτων μετ' εμού εις το πινάκιον την χείρα.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 Ο μεν Υιός του ανθρώπου υπάγει, καθώς είναι γεγραμμένον περί αυτού· ουαί δε εις τον άνθρωπον εκείνον, διά του οποίου ο Υιός του ανθρώπου παραδίδεται· καλόν ήτο εις τον άνθρωπον εκείνον, αν δεν ήθελε γεννηθή.
Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 Και ενώ έτρωγον, λαβών ο Ιησούς άρτον ευλογήσας έκοψε και έδωκεν εις αυτούς και είπε· λάβετε, φάγετε· τούτο είναι το σώμα μου.
Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.
23 Και λαβών το ποτήριον, ευχαρίστησε και έδωκεν εις αυτούς, και έπιον εξ αυτού πάντες.
Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 Και είπε προς αυτούς· Τούτο είναι το αίμα μου το της καινής διαθήκης, το περί πολλών εκχυνόμενον.
Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 Αληθώς σας λέγω ότι δεν θέλω πίει πλέον εκ του γεννήματος της αμπέλου έως της ημέρας εκείνης, όταν πίνω αυτό νέον εν τη βασιλεία του Θεού.
Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 Και αφού ύμνησαν, εξήλθον εις το όρος των ελαιών,
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
27 Και λέγει προς αυτούς ο Ιησούς ότι πάντες θέλετε σκανδαλισθή εν εμοί την νύκτα ταύτην· διότι είναι γεγραμμένον, Θέλω πατάξει τον ποιμένα και θέλουσι διασκορπισθή τα πρόβατα·
Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.
28 αφού όμως αναστηθώ, θέλω υπάγει πρότερον υμών εις την Γαλιλαίαν.
Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 Ο δε Πέτρος είπε προς αυτόν· Και εάν πάντες σκανδαλισθώσιν, εγώ όμως ουχί.
Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ.
30 Και λέγει προς αυτόν ο Ιησούς· Αληθώς σοι λέγω ότι σήμερον την νύκτα ταύτην, πριν ο αλέκτωρ φωνάξη δις, τρίς θέλεις με απαρνηθή.
Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.
31 Ο δε έτι μάλλον έλεγεν· Εάν γείνη χρεία να συναποθάνω μετά σου, δεν θέλω σε απαρνηθή. Ωσαύτως δε και πάντες έλεγον.
Ὁ δὲ ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Και έρχονται εις χωρίον ονομαζόμενον Γεθσημανή, και λέγει προς τους μαθητάς αυτού· Καθήσατε εδώ, εωσού προσευχηθώ·
Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι.
33 και παραλαμβάνει τον Πέτρον και τον Ιάκωβον και Ιωάννην μεθ' εαυτού, και ήρχισε να εκθαμβήται και να αδημονή.
Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.
34 Και λέγει προς αυτούς· Περίλυπος είναι η ψυχή μου έως θανάτου· μείνατε εδώ και αγρυπνείτε.
Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 Και προχωρήσας ολίγον, έπεσεν επί της γης και προσηύχετο να παρέλθη αν ήναι δυνατόν απ' αυτού η ώρα εκείνη,
Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα.
36 και έλεγεν· Αββά ο Πατήρ, πάντα είναι δυνατά εις σέ· απομάκρυνον απ' εμού το ποτήριον τούτο. Ουχί όμως ό, τι θέλω εγώ, αλλ' ό, τι συ.
Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.
37 Και έρχεται και ευρίσκει αυτούς κοιμωμένους και λέγει προς τον Πέτρον· Σίμων, κοιμάσαι; δεν ηδυνήθης μίαν ώραν να αγρυπνήσης;
Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
38 αγρυπνείτε και προσεύχεσθε, διά να μη εισέλθητε εις πειρασμόν· το μεν πνεύμα πρόθυμον, η δε σαρξ ασθενής.
Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 Και πάλιν υπήγε και προσηυχήθη, ειπών τον αυτόν λόγον.
Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.
40 Και επιστρέψας εύρεν αυτούς πάλιν κοιμωμένους· διότι οι οφθαλμοί αυτών ήσαν βεβαρημένοι και δεν ήξευρον τι να αποκριθώσι προς αυτόν.
Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι.
41 Και έρχεται την τρίτην φοράν και λέγει προς αυτούς· Κοιμάσθε το λοιπόν και αναπαύεσθε. Αρκεί· ήλθεν η ώρα· ιδού, παραδίδεται ο Υιός του άνθρωπου εις τας χείρας των αμαρτωλών.
Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42 Εγέρθητε, υπάγωμεν· ιδού, ο παραδίδων με επλησίασε.
Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικε.
43 Και ευθύς, ενώ ελάλει έτι, έρχεται ο Ιούδας, εις εκ των δώδεκα, και μετ' αυτού όχλος πολύς μετά μαχαιρών και ξύλων, παρά των αρχιερέων και των γραμματέων και των πρεσβυτέρων.
Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 Ο δε παραδίδων αυτόν είχε δώσει εις αυτούς σημείον, λέγων· Όντινα φιλήσω, αυτός είναι· πιάσατε αυτόν και φέρετε ασφαλώς.
Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 Και ότε ήλθεν, ευθύς πλησιάσας εις αυτόν λέγει· Ραββί, Ραββί, και κατεφίλησεν αυτόν.
Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει, Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
46 Και εκείνοι επέβαλον επ' αυτόν τας χείρας αυτών και επίασαν αυτόν.
Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν.
47 Εις δε τις των παρεστώτων σύρας την μάχαιραν, εκτύπησε τον δούλον του αρχιερέως και απέκοψε το ωτίον αυτού.
Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 Και αποκριθείς ο Ιησούς είπε προς αυτούς· Ως επί ληστήν εξήλθετε μετά μαχαιρών και ξύλων να με συλλάβητε;
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
49 καθ' ημέραν ήμην πλησίον υμών εν τω ιερώ διδάσκων, και δεν με επιάσατε, πλην τούτο έγεινε διά να πληρωθώσιν αι γραφαί.
Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 Και αφήσαντες αυτόν πάντες έφυγον.
Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.
51 Και εις τις νεανίσκος ηκολούθει αυτόν, περιτετυλιγμένος σινδόνα εις το γυμνόν σώμα αυτού· και πιάνουσιν αυτόν οι νεανίσκοι.
Καὶ εἷς τις νεανίσκος ἠκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι·
52 Ο δε αφήσας την σινδόνα, έφυγεν απ' αυτών γυμνός.
ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.
53 Και έφεραν τον Ιησούν προς τον αρχιερέα· και συνέρχονται προς αυτόν πάντες οι αρχιερείς και οι πρεσβύτεροι και οι γραμματείς.
Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 Και ο Πέτρος από μακρόθεν ηκολούθησεν αυτόν έως ένδον της αυλής του αρχιερέως, και συνεκάθητο μετά των υπηρετών και εθερμαίνετο εις το πυρ.
Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 Οι δε αρχιερείς και όλον το συνέδριον εζήτουν κατά του Ιησού μαρτυρίαν, διά να θανατώσωσιν αυτόν, και δεν εύρισκον.
Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον.
56 Διότι πολλοί εψευδομαρτύρουν κατ' αυτού, αλλ' αι μαρτυρίαι δεν ήσαν σύμφωνοι.
Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 Και τινές σηκωθέντες εψευδομαρτύρουν κατ' αυτού, λέγοντες
Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες
58 ότι Ημείς ηκούσαμεν αυτόν λέγοντα, ότι Εγώ θέλω χαλάσει τον ναόν τούτον τον χειροποίητον και διά τριών ημερών άλλον αχειροποίητον θέλω οικοδομήσει.
ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 Πλην ουδέ ούτως ήτο σύμφωνος μαρτυρία αυτών.
Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 Και σηκωθείς ο αρχιερεύς εις το μέσον, ηρώτησε τον Ιησούν, λέγων· Δεν αποκρίνεσαι ουδέν; τι μαρτυρούσιν ούτοι κατά σου;
Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;
61 Ο δε εσιώπα και δεν απεκρίθη ουδέν. Πάλιν ο αρχιερεύς ηρώτα αυτόν, λέγων προς αυτόν· Συ είσαι ο Χριστός ο Υιός του Ευλογητού;
Ὁ δὲ ἐσιώπα, καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 Ο δε Ιησούς είπεν· Εγώ είμαι· και θέλετε ιδεί τον Υιόν του ανθρώπου καθήμενον εκ δεξιών της δυνάμεως και ερχόμενον μετά των νεφελών του ουρανού.
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 Τότε ο αρχιερεύς, διασχίσας τα ιμάτια αυτού, λέγει· Τι χρείαν έχομεν πλέον μαρτύρων;
Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 ηκούσατε την βλασφημίαν· τι σας φαίνεται; Οι δε πάντες κατέκριναν αυτόν ότι είναι ένοχος θανάτου.
Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 Και ήρχισάν τινές να εμπτύωσιν εις αυτόν και να περικαλύπτωσι το πρόσωπον αυτού και να γρονθίζωσιν αυτόν και να λέγωσι προς αυτόν· Προφήτευσον· και οι υπηρέται έτυπτον αυτόν με ραπίσματα.
Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
66 Και ενώ ήτο ο Πέτρος εν τη αυλή κάτω, έρχεται μία των θεραπαινίδων του αρχιερέως,
Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 και ότε είδε τον Πέτρον θερμαινόμενον, εμβλέψασα εις αυτόν, λέγει· Και συ έσο μετά του Ναζαρηνού Ιησού.
καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.
68 Ο δε ηρνήθη, λέγων· Δεν εξεύρω ουδέ καταλαμβάνω τι συ λέγεις. Και εξήλθεν έξω εις το προαύλιον, και ο αλέκτωρ εφώναξε.
Ὁ δὲ ἠρνήσατο, λέγων, Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· καὶ ἀλέκτωρ ἐφώνησε.
69 Και η θεράπαινα ιδούσα αυτόν πάλιν, ήρχισε να λέγη προς τους παρεστώτας ότι ούτος εξ αυτών είναι.
Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν.
70 Ο δε πάλιν ηρνείτο. Και μετ' ολίγον πάλιν οι παρεστώτες έλεγον προς τον Πέτρον· Αληθώς εξ αυτών είσαι· διότι Γαλιλαίος είσαι και η λαλιά σου ομοιάζει.
Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 Εκείνος δε ήρχισε να αναθεματίζη και να ομνύη ότι δεν εξεύρω τον άνθρωπον τούτον, τον οποίον λέγετε.
Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
72 Και ο αλέκτωρ εφώναξεν εκ δευτέρου. Και ενεθυμήθη ο Πέτρος τον λόγον, τον οποίον είπε προς αυτόν ο Ιησούς, ότι Πριν ο αλέκτωρ φωνάξη δις, θέλεις με αρνηθή τρίς. Και ήρχισε να κλαίη πικρώς.
Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος οὗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.