< Κατα Μαρκον 13 >
1 Και ενώ εξήρχετο εκ του ιερού, λέγει προς αυτόν εις των μαθητών αυτού· Διδάσκαλε, ίδε οποίοι λίθοι και οποίαι οικοδομαί.
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 Και ο Ιησούς αποκριθείς είπε προς αυτόν· Βλέπεις ταύτας τας μεγάλας οικοδομάς; δεν θέλει αφεθή λίθος επί λίθον, όστις να μη κατακρημνισθή.
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
3 Και ενώ εκάθητο εις το όρος των Ελαιών κατέναντι του ιερού, ηρώτων αυτόν κατ' ιδίαν ο Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας.
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάνης καὶ Ἀνδρέας
4 Ειπέ προς ημάς πότε θέλουσι γείνει ταύτα, και τι το σημείον όταν ταύτα πάντα μέλλωσι να συντελεσθώσιν;
Εἰπὸν ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
5 Ο δε Ιησούς αποκριθείς προς αυτούς, ήρχισε να λέγη· Βλέπετε μη σας πλανήση τις.
ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 Διότι πολλοί θέλουσιν ελθεί εν τω ονόματί μου, λέγοντες ότι εγώ είμαι, και πολλούς θέλουσι πλανήσει.
πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 Όταν δε ακούσητε πολέμους και φήμας πολέμων, μη ταράττεσθε· διότι πρέπει να γείνωσι ταύτα, αλλά δεν είναι έτι το τέλος.
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
8 Διότι θέλει εγερθή έθνος επί έθνος και βασιλεία επί βασιλείαν, και θέλουσι γείνει σεισμοί κατά τόπους και θέλουσι γείνει πείναι και ταραχαί. Ταύτα είναι αρχαί ωδίνων.
ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν. ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.
9 Σεις δε προσέχετε εις εαυτούς. Διότι θέλουσι σας παραδώσει εις συνέδρια, και εις συναγωγάς θέλετε δαρθή, και ενώπιον ηγεμόνων και βασιλέων θέλετε σταθή ένεκεν εμού προς μαρτυρίαν εις αυτούς·
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
10 και πρέπει πρώτον να κηρυχθή το ευαγγέλιον εις πάντα τα έθνη.
καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 Όταν δε σας φέρωσι διά να σας παραδώσωσι, μη προμεριμνάτε τι θέλετε λαλήσει, μηδέ μελετάτε, αλλ' ό, τι δοθή εις εσάς εν εκείνη τη ώρα, τούτο λαλείτε· διότι δεν είσθε σεις οι λαλούντες, αλλά το Πνεύμα το Άγιον.
καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
12 Θέλει δε παραδώσει αδελφός αδελφόν εις θάνατον και πατήρ τέκνον, και θέλουσιν επαναστή τέκνα επί γονείς και θέλουσι θανατώσει αυτούς.
καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
13 Και θέλετε είσθαι μισούμενοι υπό πάντων διά το όνομά μου· ο δε υπομείνας έως τέλους, ούτος θέλει σωθή.
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 Όταν δε ίδητε το βδέλυγμα της ερημώσεως, το λαληθέν υπό Δανιήλ του προφήτου, ιστάμενον όπου δεν πρέπει -ο αναγινώσκων ας εννοή- τότε οι εν τη Ιουδαία ας φεύγωσιν εις τα όρη·
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
15 και ο επί του δώματος ας μη καταβή εις την οικίαν, μηδ' ας εισέλθη διά να λάβη τι εκ της οικίας αυτού,
ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 και όστις είναι εις τον αγρόν, ας μη επιστρέψη εις τα οπίσω διά να λάβη το ιμάτιον αυτού.
καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 Ουαί δε εις τας εγκυμονούσας και τας θηλαζούσας εν εκείναις ταις ημέραις.
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 Προσεύχεσθε δε διά να μη γείνη η φυγή υμών εν χειμώνι.
προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·
19 Διότι αι ημέραι εκείναι θέλουσιν είσθαι θλίψις τοιαύτη, οποία δεν έγεινεν απ' αρχής της κτίσεως, την οποίαν έκτισεν ο Θεός έως του νυν, ουδέ θέλει γείνει.
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 Και εάν ο Κύριος δεν ήθελε συντέμει τας ημέρας εκείνας, δεν ήθελε σωθή ουδεμία σάρξ· αλλά διά τους εκλεκτούς, τους οποίους εξέλεξε, συνέτεμε τας ημέρας.
καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
21 Και τότε εάν τις είπη προς υμάς, Ιδού, εδώ είναι ο Χριστός, ή, Ιδού, εκεί, μη πιστεύσητε.
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε ὁ Χριστός, Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
22 Διότι θέλουσιν εγερθή ψευδόχριστοι και ψευδοπροφήται και θέλουσι δείξει σημεία και τέρατα, διά να αποπλανώσιν, ει δυνατόν, και τους εκλεκτούς.
ἐγερθήσονται δὲ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ ποιήσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·
23 Σεις όμως προσέχετε· ιδού, σας προείπον πάντα.
ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
24 Αλλ' εν εκείναις ταις ημέραις, μετά την θλίψιν εκείνην, ο ήλιος θέλει σκοτισθή και η σελήνη δεν θέλει δώσει το φέγγος αυτής
Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστέρες του ουρανού θέλουσι πίπτει και αι δυνάμεις αι εν τοις ουρανοίς θέλουσι σαλευθή.
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 Και τότε θέλουσιν ιδεί τον Υιόν του ανθρώπου ερχόμενον εν νεφέλαις μετά δυνάμεως πολλής και δόξης.
καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 Και τότε θέλει αποστείλει τους αγγέλους αυτού και συνάξει τους εκλεκτούς αυτού εκ των τεσσάρων ανέμων, απ' άκρου της γης έως άκρου του ουρανού.
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 Από δε της συκής μάθετε την παραβολήν. Όταν ο κλάδος αυτής γείνη ήδη απαλός και εκβλαστάνη τα φύλλα, εξεύρετε ότι πλησίον είναι το θέρος·
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 ούτω και σεις, όταν ίδητε ταύτα γινόμενα, εξεύρετε ότι πλησίον είναι επί τας θύρας.
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 Αληθώς σας λέγω ότι δεν θέλει παρέλθει η γενεά αύτη, εωσού γείνωσι πάντα ταύτα.
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
31 Ο ουρανός και η γη θέλουσι παρέλθει, οι δε λόγοι μου δεν θέλουσι παρέλθει.
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται.
32 Περί δε της ημέρας εκείνης και της ώρας ουδείς γινώσκει, ουδέ οι άγγελοι οι εν ουρανώ, ουδέ ο Υιός, ειμή ο Πατήρ.
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.
33 Προσέχετε, αγρυπνείτε και προσεύχεσθε· διότι δεν εξεύρετε πότε είναι ο καιρός.
Βλέπετε, ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 Επειδή τούτο θέλει είσθαι ως άνθρωπος αποδημών, όστις αφήκε την οικίαν αυτού και έδωκεν εις τους δούλους αυτού την εξουσίαν και εις έκαστον το έργον αυτού και εις τον θυρωρόν προσέταξε να αγρυπνή.
ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 Αγρυπνείτε λοιπόν· διότι δεν εξεύρετε πότε έρχεται ο κύριος της οικίας, την εσπέραν ή το μεσονύκτιον ή όταν φωνάζη ο αλέκτωρ ή το πρωΐ·
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μήποτε ελθών εξαίφνης, σας εύρη κοιμωμένους.
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 Και όσα λέγω προς εσάς προς πάντας λέγω· Αγρυπνείτε.
ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε.