< Μαλαχίας 3 >
1 Ιδού, εγώ αποστέλλω τον άγγελόν μου και θέλει κατασκευάσει την οδόν έμπροσθέν μου· και ο Κύριος, τον οποίον σεις ζητείτε, εξαίφνης θέλει ελθεί εις τον ναόν αυτού, ναι, ο άγγελος της διαθήκης, τον οποίον σεις θέλετε· ιδού, έρχεται, λέγει ο Κύριος των δυνάμεων.
ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ
2 Αλλά τις δύναται να υπομείνη την ημέραν της ελεύσεως αυτού; και τις δύναται να σταθή εις την παρουσίαν αυτού; διότι αυτός είναι ως πυρ χωνευτού και ως σμίγμα γναφέων.
καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων
3 Και θέλει καθήσει ως ο χωνεύων και καθαρίζων το αργύριον, και θέλει καθαρίσει τους υιούς του Λευΐ και θέλει στραγγίσει αυτούς ως το χρυσίον και το αργύριον, και θέλουσι προσφέρει εις τον Κύριον προσφοράν εν δικαιοσύνη.
καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ
4 Τότε η προσφορά του Ιούδα και της Ιερουσαλήμ θέλει είσθαι αρεστή εις τον Κύριον καθώς εν ταις ημέραις ταις αρχαίαις και καθώς εν τοις προλαβούσιν έτεσι.
καὶ ἀρέσει τῷ κυρίῳ θυσία Ιουδα καὶ Ιερουσαλημ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν
5 Και θέλω πλησιάσει προς εσάς διά κρίσιν· και θέλω είσθαι μάρτυς σπεύδων εναντίον των μάγων και εναντίον των μοιχευόντων και εναντίον των επιόρκων και εναντίον των αποστερούντων τον μισθόν του μισθωτού, των καταδυναστευόντων την χήραν και τον ορφανόν, και των αδικούντων τον ξένον και των μη φοβουμένων με, λέγει ο Κύριος των δυνάμεων.
καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ
6 Διότι εγώ είμαι ο Κύριος· δεν αλλοιούμαι· διά τούτο σεις, οι υιοί του Ιακώβ, δεν απωλέσθητε.
διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμεῖς υἱοὶ Ιακωβ οὐκ ἀπέχεσθε
7 Εκ των ημερών των πατέρων σας απεχωρίσθητε από των διαταγμάτων μου και δεν εφυλάξατε αυτά. Επιστρέψατε προς εμέ και θέλω επιστρέψει προς εσάς, λέγει ο Κύριος των δυνάμεων· πλην είπετε, Τίνι τρόπω θέλομεν επιστρέψει;
ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν
8 Μήπως θέλει κλέπτει ο άνθρωπος τον Θεόν; σεις όμως με εκλέπτετε· και λέγετε, Εις τι σε εκλέψαμεν; εις τα δέκατα και εις τας προσφοράς.
εἰ πτερνιεῖ ἄνθρωπος θεόν διότι ὑμεῖς πτερνίζετέ με καὶ ἐρεῖτε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ’ ὑμῶν εἰσιν
9 Σεις είσθε κατηραμένοι με κατάραν· διότι σεις με εκλέψατε, ναι, σεις, όλον το έθνος.
καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε καὶ ἐμὲ ὑμεῖς πτερνίζετε τὸ ἔθνος συνετελέσθη
10 Φέρετε πάντα τα δέκατα εις την αποθήκην, διά να ήναι τροφή εις τον οίκόν μου· και δοκιμάσατέ με τώρα εις τούτο, λέγει ο Κύριος των δυνάμεων, εάν δεν σας ανοίξω τους καταρράκτας του ουρανού και εκχέω την ευλογίαν εις εσάς, ώστε να μη αρκή τόπος δι' αυτήν.
καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐπισκέψασθε δὴ ἐν τούτῳ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι
11 Και θέλω επιτιμήσει υπέρ υμών τον καταφθείροντα, και δεν θέλει φθείρει τους καρπούς της γης σας· ουδέ η άμπελός σας θέλει απορρίψει προ καιρού τον καρπόν αυτής εν τω αγρώ, λέγει ο Κύριος των δυνάμεων.
καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ λέγει κύριος παντοκράτωρ
12 Και θέλουσι σας μακαρίζει πάντα τα έθνη· διότι σεις θέλετε είσθαι γη επιθυμητή, λέγει ο Κύριος των δυνάμεων.
καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμεῖς γῆ θελητή λέγει κύριος παντοκράτωρ
13 Οι λόγοι σας ήσαν σκληροί εναντίον μου, λέγει ο Κύριος· και είπετε, Τι ελαλήσαμεν εναντίον σου;
ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ
14 Σεις είπετε, Μάταιον είναι να δουλεύη τις τον Θεόν· και, Τις η ωφέλεια ότι εφυλάξαμεν τα διατάγματα αυτού και ότι περιεπατήσαμεν πενθούντες ενώπιον του Κυρίου των δυνάμεων;
εἴπατε μάταιος ὁ δουλεύων θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος
15 Και τώρα ημείς μακαρίζομεν τους υπερηφάνους· ναι, οι εργαζόμενοι την ανομίαν υψώθησαν, ναι, οι πειράζοντες τον Θεόν, και αυτοί εσώθησαν.
καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν θεῷ καὶ ἐσώθησαν
16 Τότε οι φοβούμενοι τον Κύριον ελάλουν προς αλλήλους· και ο Κύριος προσείχε και ήκουε και εγράφη βιβλίον ενθυμήσεως ενώπιον αυτού περί των φοβουμένων τον Κύριον και των ευλαβουμένων το όνομα αυτού·
ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ
17 και θέλουσιν είσθαι εμού, λέγει ο Κύριος των δυνάμεων, εν τη ημέρα εκείνη, όταν εγώ ετοιμάσω τα πολύτιμά μου· και θέλω σπλαγχνισθή αυτούς, καθώς σπλαγχνίζεται άνθρωπος τον υιόν αυτού, όστις δουλεύει αυτόν.
καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ
18 Τότε θέλετε επιστρέψει και διακρίνει μεταξύ δικαίου και ασεβούς, μεταξύ του δουλεύοντος τον Θεόν και του μη δουλεύοντος αυτόν.
καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος