< Κατα Λουκαν 20 >

1 Και εν μιά των ημερών εκείνων, ενώ αυτός εδίδασκε τον λαόν εν τω ιερώ, και ευηγγελίζετο, ήλθον εξαίφνης οι αρχιερείς και οι γραμματείς μετά των πρεσβυτέρων
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
2 και είπον προς αυτόν, λέγοντες· Ειπέ προς ημάς εν ποία εξουσία πράττεις ταύτα, ή τις είναι όστις σοι έδωκε την εξουσίαν ταύτην;
καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3 Αποκριθείς δε είπε προς αυτούς· Θέλω σας ερωτήσει και εγώ ένα λόγον, και είπατέ μοι·
Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
4 το βάπτισμα του Ιωάννου εξ ουρανού ήτο ή εξ ανθρώπων;
Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
5 Οι δε εσυλλογίσθησαν καθ' εαυτούς λέγοντες, ότι Εάν είπωμεν, Εξ ουρανού, θέλει ειπεί, Διά τι λοιπόν δεν επιστεύσατε εις αυτόν;
Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6 Εάν δε είπωμεν, Εξ ανθρώπων, πας ο λαός θέλει μας λιθοβολήσει· επειδή είναι πεπεισμένοι ότι ο Ιωάννης είναι προφήτης.
Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7 Και απεκρίθησαν ότι δεν εξεύρουσι πόθεν ήτο.
Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8 Και ο Ιησούς είπε προς αυτούς· Ουδέ εγώ σας λέγω εν ποία εξουσία πράττω ταύτα.
Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9 Ήρχισε δε να λέγη προς τον λαόν την παραβολήν ταύτην· Άνθρωπος τις εφύτευσεν αμπελώνα, και εμίσθωσεν αυτόν εις γεωργούς, και απεδήμησε πολύν καιρόν.
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς·
10 Και εν τω καιρώ των καρπών απέστειλε προς τους γεωργούς δούλον διά να δώσωσιν εις αυτόν από του καρπού του αμπελώνος· οι γεωργοί όμως δείραντες αυτόν εξαπέστειλαν κενόν·
καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11 Και πάλιν έπεμψεν άλλον δούλον. Πλην αυτοί δείραντες και εκείνον και ατιμάσαντες εξαπέστειλαν κενόν.
Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 Και πάλιν έπεμψε τρίτον. Αλλ' εκείνοι και τούτον πληγώσαντες απεδίωξαν.
Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13 Είπε δε ο κύριος του αμπελώνος· Τι να κάμω; ας πέμψω τον υιόν μου τον αγαπητόν· ίσως ιδόντες τούτον θέλουσιν εντραπεί.
Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14 Πλην ιδόντες αυτόν οι γεωργοί, διελογίζοντο καθ' εαυτούς λέγοντες· Ούτος είναι ο κληρονόμος· έλθετε ας φονεύσωμεν αυτόν, διά να γείνη ημών η κληρονομία.
Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15 Και εκβαλόντες αυτόν έξω του αμπελώνος, εφόνευσαν· Τι λοιπόν θέλει κάμει εις αυτούς ο κύριος του αμπελώνος;
Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16 Θέλει ελθεί και απολέσει τους γεωργούς τούτους, και θέλει δώσει τον αμπελώνα εις άλλους. Ακούσαντες δε είπον· Μη γένοιτο.
Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο.
17 Ο δε εμβλέψας εις αυτούς είπε· Τι λοιπόν είναι τούτο το γεγραμμένον, Ο λίθος, τον οποίον απεδοκίμασαν οι οικοδομούντες, ούτος έγεινε κεφαλή γωνίας;
Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε, Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 Πας όστις πέση επί τον λίθον εκείνον θέλει συντριφθή· εις όντινα δε επιπέση, θέλει κατασυντρίψει αυτόν.
Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
19 Και εζήτησαν οι αρχιερείς και οι γραμματείς να βάλωσιν επ' αυτόν τας χείρας εν αυτή τη ώρα, πλην εφοβήθησαν τον λαόν· διότι ηνόησαν ότι προς αυτούς είπε την παραβολήν ταύτην.
Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπε.
20 Και παραφυλάξαντες απέστειλαν ενεδρευτάς, υποκρινομένους ότι είναι δίκαιοι, επί σκοπώ να πιάσωσιν αυτόν από λόγου, διά να παραδώσωσιν αυτόν εις την αρχήν και εις την εξουσίαν του ηγεμόνος.
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21 Και ηρώτησαν αυτόν λέγοντες· Διδάσκαλε, εξεύρομεν ότι ορθώς ομιλείς και διδάσκεις και δεν βλέπεις εις πρόσωπον, αλλ' επ' αληθείας την οδόν του Θεού διδάσκεις·
Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.
22 είναι συγκεχωρημένον εις ημάς να δώσωμεν φόρον εις τον Καίσαρα ή ουχί;
Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
23 Εννοήσας δε την πανουργίαν αυτών, είπε προς αυτούς· Τι με πειράζετε;
Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς, Τί με πειράζετε;
24 δείξατέ μοι δηνάριον· τίνος εικόνα έχει και επιγραφήν; Και αποκριθέντες είπον· Του Καίσαρος.
Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος.
25 Ο δε είπε προς αυτούς· Απόδοτε λοιπόν τα του Καίσαρος εις τον Καίσαρα και τα του Θεού εις τον Θεόν.
Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26 Και δεν ηδυνήθησαν να πιάσωσιν αυτόν από λόγου έμπροσθεν του λαού, και θαυμάσαντες διά την απόκρισιν αυτού εσιώπησαν.
Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
27 Προσελθόντες δε τινές των Σαδδουκαίων, οίτινες αρνούνται ότι είναι ανάστασις, ηρώτησαν αυτόν,
Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
28 λέγοντες· Διδάσκαλε, ο Μωϋσής μας έγραψεν· Εάν τινός ο αδελφός αποθάνη έχων γυναίκα, και ούτος αποθάνη άτεκνος, να λάβη ο αδελφός αυτού την γυναίκα και να εξαναστήση σπέρμα εις τον αδελφόν αυτού.
λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 Ήσαν λοιπόν επτά αδελφοί· και ο πρώτος λαβών γυναίκα, απέθανεν άτεκνος·
Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
30 και έλαβεν ο δεύτερος την γυναίκα, και ούτος απέθανεν άτεκνος·
καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.
31 και ο τρίτος έλαβεν αυτήν· ωσαύτως δε και οι επτά· και δεν αφήκαν τέκνα, και απέθανον.
Καὶ ὁ τρίτος ἔλαβεν αὐτήν. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· καὶ οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
32 Ύστερον δε πάντων απέθανε και η γυνή.
Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
33 Εν τη αναστάσει λοιπόν τίνος αυτών γίνεται γυνή; διότι και οι επτά έλαβον αυτήν γυναίκα.
Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 Και ο Ιησούς αποκριθείς είπε προς αυτούς· οι υιοί του αιώνος τούτου νυμφεύουσι και νυμφεύονται· (aiōn g165)
Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίσκονται· (aiōn g165)
35 οι δε καταξιωθέντες να απολαύσωσιν εκείνον τον αιώνα και την εκ νεκρών ανάστασιν ούτε νυμφεύουσιν ούτε νυμφεύονται· (aiōn g165)
οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται· (aiōn g165)
36 διότι ούτε να αποθάνωσι πλέον δύνανται· επειδή είναι ισάγγελοι και είναι υιοί του Θεού, όντες υιοί της αναστάσεως.
οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37 Ότι δε εγείρονται οι νεκροί, και ο Μωϋσής εφανέρωσεν επί της βάτου, ότε λέγει Κύριον τον Θεόν του Αβραάμ και τον Θεόν του Ισαάκ και τον Θεόν του Ιακώβ.
Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38 Ο δε Θεός δεν είναι νεκρών, αλλά ζώντων· διότι πάντες ζώσι εν αυτώ.
Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39 Αποκριθέντες δε τινές των γραμματέων είπον· Διδάσκαλε, καλώς είπας.
Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
40 Και δεν ετόλμων πλέον να ερωτώσιν αυτόν ουδέν.
Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
41 Είπε δε προς αυτούς· Πως λέγουσι τον Χριστόν ότι είναι υιός του Δαβίδ;
Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαβὶδ εἶναι;
42 Και αυτός ο Δαβίδ λέγει εν τη βίβλω των ψαλμών· Είπεν ο Κύριος προς τον Κύριόν μου, κάθου εκ δεξιών μου,
Καὶ αὐτὸς Δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
43 εωσού θέσω τους εχθρούς σου υποπόδιον των ποδών σου.
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 Ο Δαβίδ λοιπόν ονομάζει αυτόν Κύριον· και πως είναι υιός αυτού;
Δαβὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
45 Και ενώ ήκουε πας ο λαός, είπε προς τους μαθητάς αυτού·
Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
46 Προσέχετε από των γραμματέων, οίτινες θέλουσι να περιπατώσιν εστολισμένοι και αγαπώσιν ασπασμούς εν ταις αγοραίς και πρωτοκαθεδρίας εν ταις συναγωγαίς και τους πρώτους τόπους εν τοις δείπνοις,
Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
47 οίτινες κατατρώγουσι τας οικίας των χηρών, και τούτο επί προφάσει ότι κάμνουσι μακράς προσευχάς· ούτοι θέλουσι λάβει μεγαλητέραν καταδίκην.
οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.

< Κατα Λουκαν 20 >