< Κατα Λουκαν 18 >

1 Έλεγε δε και παραβολήν προς αυτούς περί του ότι πρέπει πάντοτε να προσεύχωνται και να μη αποκάμνωσι,
Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν,
2 λέγων· Κριτής τις ήτο εν τινί πόλει, όστις τον Θεόν δεν εφοβείτο και άνθρωπον δεν εντρέπετο.
λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3 Ήτο δε χήρα τις εν εκείνη τη πόλει και ήρχετο προς αυτόν, λέγουσα· Εκδίκησόν με από του αντιδίκου μου.
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 Και μέχρι τινός δεν ηθέλησε· μετά δε ταύτα είπε καθ' εαυτόν· Αν και τον Θεόν δεν φοβώμαι και άνθρωπον δεν εντρέπωμαι,
καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
5 τουλάχιστον επειδή με ενοχλεί η χήρα αύτη, ας εκδικήσω αυτήν, διά να μη έρχηται πάντοτε και με βασανίζη.
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
6 Και είπεν ο Κύριος· Ακούσατε τι λέγει ο άδικος κριτής·
Εἶπεν δὲ ὁ Κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
7 ο δε Θεός δεν θέλει κάμει την εκδίκησιν των εκλεκτών αυτού των βοώντων προς αυτόν ημέραν και νύκτα, αν και μακροθυμή δι' αυτούς;
ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς;
8 σας λέγω ότι θέλει κάμει την εκδίκησιν αυτών ταχέως. Πλην ο Υιός του ανθρώπου, όταν έλθη, άρα γε θέλει ευρεί την πίστιν επί της γης;
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9 Είπε δε και προς τινάς, τους θαρρούντας εις εαυτούς ότι είναι δίκαιοι και καταφρονούντας τους λοιπούς, την παραβολήν ταύτην·
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.
10 Άνθρωποι δύο ανέβησαν εις το ιερόν διά να προσευχηθώσιν, ο εις Φαρισαίος και ο άλλος τελώνης.
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11 Ο Φαρισαίος σταθείς προσηύχετο καθ' εαυτόν ταύτα· Ευχαριστώ σοι, Θεέ, ότι δεν είμαι καθώς οι λοιποί άνθρωποι, άρπαγες, άδικοι, μοιχοί, ή και καθώς ούτος ο τελώνης·
ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
12 νηστεύω δις της εβδομάδος, αποδεκατίζω πάντα όσα έχω.
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι.
13 Και ο τελώνης μακρόθεν ιστάμενος, δεν ήθελεν ουδέ τους οφθαλμούς να υψώση εις τον ουρανόν, αλλ' έτυπτεν εις το στήθος αυτού, λέγων· Ο Θεός, ιλάσθητί μοι τω αμαρτωλώ.
ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 Σας λέγω, Κατέβη ούτος εις τον οίκον αυτού δεδικαιωμένος μάλλον παρά εκείνος· διότι πας ο υψών εαυτόν θέλει ταπεινωθή, ο δε ταπεινών εαυτόν θέλει υψωθή.
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 Έφερον δε προς αυτόν και τα βρέφη, διά να εγγίζη αυτά· ιδόντες δε οι μαθηταί, επέπληξαν αυτούς.
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
16 Ο Ιησούς όμως προσκαλέσας αυτά, είπεν· Αφήσατε τα παιδία να έρχωνται προς εμέ, και μη εμποδίζετε αυτά· διότι των τοιούτων είναι η βασιλεία του Θεού.
ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
17 Αληθώς σας λέγω, Όστις δεν δεχθή την βασιλείαν του Θεού ως παιδίον, δεν θέλει εισέλθει εις αυτήν.
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 Και άρχων τις ηρώτησεν αυτόν λέγων· Διδάσκαλε αγαθέ, τι να πράξω διά να κληρονομήσω ζωήν αιώνιον; (aiōnios g166)
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios g166)
19 Και ο Ιησούς είπε προς αυτόν· Τι με λέγεις αγαθόν; ουδείς αγαθός ειμή εις ο Θεός.
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
20 Τας εντολάς εξεύρεις· Μη μοιχεύσης, Μη φονεύσης, Μη κλέψης, Μη ψευδομαρτυρήσης, Τίμα τον πατέρα σου και την μητέρα σου.
τὰς ἐντολὰς οἶδας Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
21 Ο δε είπε· Ταύτα πάντα εφύλαξα εκ νεότητός μου.
ὁ δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος.
22 Ακούσας δε ταύτα ο Ιησούς, είπε προς αυτόν· Έτι εν σοι λείπει· πάντα όσα έχεις πώλησον και διαμοίρασον εις πτωχούς, και θέλεις έχει θησαυρόν εν ουρανώ, και ελθέ, ακολούθει μοι.
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
23 Ο δε ακούσας ταύτα έγεινε περίλυπος διότι ήτο πλούσιος σφόδρα.
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
24 Ιδών δε αυτόν ο Ιησούς περίλυπον γενόμενον, είπε· Πως δυσκόλως θέλουσιν εισέλθει εις την βασιλείαν του Θεού οι έχοντες τα χρήματα·
ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται·
25 διότι ευκολώτερον είναι να περάση κάμηλος διά τρύπης βελόνης, παρά πλούσιος να εισέλθη εις την βασιλείαν του Θεού.
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 Είπον δε οι ακούσαντες· Και τις δύναται να σωθή;
εἶπαν δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι;
27 Ο δε είπε· Τα αδύνατα παρά ανθρώποις είναι δυνατά παρά τω Θεώ.
ὁ δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
28 Είπε δε ο Πέτρος· Ιδού, ημείς αφήκαμεν πάντα και σε ηκολουθήσαμεν.
Εἶπεν δὲ ὁ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
29 Ο δε είπε προς αυτούς· Αληθώς σας λέγω ότι δεν είναι ουδείς, όστις αφήκεν οικίαν ή γονείς ή αδελφούς ή γυναίκα ή τέκνα ένεκεν της βασιλείας του Θεού,
ὁ δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
30 όστις δεν θέλει απολαύσει πολλαπλάσια εν τω καιρώ τούτω και εν τω ερχομένω αιώνι ζωήν αιώνιον. (aiōn g165, aiōnios g166)
ὃς οὐχὶ μὴ λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
31 Παραλαβών δε τους δώδεκα, είπε προς αυτούς· Ιδού, αναβαίνομεν εις Ιεροσόλυμα, και θέλουσιν εκτελεσθή πάντα τα γεγραμμένα διά των προφητών εις τον Υιόν του ανθρώπου.
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου·
32 Διότι θέλει παραδοθή εις τα έθνη και θέλει εμπαιχθή και υβρισθή και εμπτυσθή,
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
33 και μαστιγώσαντες θέλουσι θανατώσει αυτόν, και τη τρίτη ημέρα θέλει αναστηθή.
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34 Και αυτοί δεν ενόησαν ουδέν εκ τούτων, και ήτο ο λόγος ούτος κεκρυμμένος απ' αυτών, και δεν ενόουν τα λεγόμενα.
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 Ότε δε επλησίαζεν εις την Ιεριχώ, τυφλός τις εκάθητο παρά την οδόν ζητών·
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱερειχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
36 ακούσας δε όχλον διαβαίνοντα, ηρώτα τι είναι τούτο.
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο.
37 Απήγγειλαν δε προς αυτόν ότι Ιησούς ο Ναζωραίος διαβαίνει.
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 Και εφώναξε λέγων· Ιησού, υιέ του Δαβίδ, ελέησόν με.
καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με.
39 Και οι προπορευόμενοι επέπληττον αυτόν διά να σιωπήση· αλλ' αυτός πολλώ μάλλον έκραζεν· Υιέ του Δαβίδ, ελέησόν με.
καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ, ἐλέησόν με.
40 Σταθείς δε ο Ιησούς, προσέταξε να φερθή προς αυτόν. Και αφού επλησίασεν, ηρώτησεν αυτόν
σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
41 λέγων· Τι θέλεις να σοι κάμω; Ο δε είπε· Κύριε, να αναβλέψω.
Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν Κύριε, ἵνα ἀναβλέψω.
42 Και ο Ιησούς είπε προς αυτόν· Ανάβλεψον· η πίστις σου σε έσωσε.
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
43 Και παρευθύς ανέβλεψε και ηκολούθει αυτόν δοξάζων τον Θεόν· και πας ο λαός ιδών ήνεσε τον Θεόν.
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

< Κατα Λουκαν 18 >