< Κατα Λουκαν 17 >
1 Είπε δε προς τους μαθητάς· Αδύνατον είναι να μη έλθωσι τα σκάνδαλα· πλην ουαί εις εκείνον, διά του οποίου έρχονται.
Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται.
2 Συμφέρει εις αυτόν να κρεμασθή περί τον τράχηλον αυτού μύλου πέτρα και να ριφθή εις την θάλασσαν, παρά να σκανδαλίση ένα των μικρών τούτων.
Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
3 Προσέχετε εις εαυτούς. Εάν δε ο αδελφός σου αμαρτήση εις σε, επίπληξον αυτόν· και εάν μετανοήση, συγχώρησον αυτόν.
Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
4 και εάν επτάκις της ημέρας αμαρτήση εις σε, και επτάκις της ημέρας επιστρέψη προς σε λέγων· Μετανοώ, θέλεις συγχωρήσει αυτόν.
Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 Και είπον οι απόστολοι προς τον Κύριον· Αύξησον εις ημάς την πίστιν.
Καὶ εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.
6 Ο δε Κύριος είπεν· Εάν έχετε πίστιν ως κόκκον σινάπεως, ηθέλετε ειπεί εις την συκάμινον ταύτην, Εκριζώθητι και φυτεύθητι εις την θάλασσαν· και ήθελε σας υπακούσει.
Εἶπε δὲ ὁ Κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τις δε από σας έχων δούλον αροτριώντα ή ποιμαίνοντα, θέλει ειπεί προς αυτόν, ευθύς αφού έλθη εκ του αγρού· Ύπαγε, κάθησον να φάγης,
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως, Παρελθὼν ἀνάπεσε·
8 και δεν θέλει ειπεί προς αυτόν· Ετοίμασον τι να δειπνήσω, και περιζωσθείς υπηρέτει με, εωσού φάγω και πίω, και μετά ταύτα θέλεις φάγει και πίει συ;
ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9 Μήπως γνωρίζει χάριν εις τον δούλον εκείνον, διότι έκαμε τα διαταχθέντα εις αυτόν; δεν μοι φαίνεται.
Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; Οὐ δοκῶ.
10 Ούτω και σεις, όταν κάμητε πάντα τα διαταχθέντα εις εσάς, λέγετε ότι δούλοι αχρείοι είμεθα, επειδή εκάμαμεν ό, τι εχρεωστούμεν να κάμωμεν.
Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.
11 Και ότε αυτός επορεύετο εις την Ιερουσαλήμ, διέβαινε διά μέσου της Σαμαρείας και Γαλιλαίας.
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας.
12 Και ενώ εισήρχετο εις τινά κώμην, απήντησαν αυτόν δέκα άνθρωποι λεπροί, οίτινες εστάθησαν μακρόθεν,
Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν·
13 και αυτοί ύψωσαν φωνήν, λέγοντες· Ιησού, Επιστάτα, ελέησον ημάς.
καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 Και ιδών είπε προς αυτούς· Υπάγετε και δείξατε εαυτούς εις τους ιερείς. Και ενώ, επορεύοντο, εκαθαρίσθησαν.
Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.
15 Εις δε εξ αυτών, ιδών ότι ιατρεύθη, υπέστρεψε μετά φωνής μεγάλης δοξάζων τον Θεόν,
Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν·
16 και έπεσε κατά πρόσωπον εις τους πόδας αυτού, ευχαριστών αυτόν· και αυτός ήτο Σαμαρείτης.
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 Αποκριθείς δε ο Ιησούς είπε· Δεν εκαθαρίσθησαν οι δέκα; οι δε εννέα που είναι;
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;
18 Δεν ευρέθησαν άλλοι να υποστρέψωσι διά να δοξάσωσι τον Θεόν ειμή ο αλλογενής ούτος;
Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 Και είπε προς αυτόν· Σηκωθείς ύπαγε· η πίστις σου σε έσωσεν.
Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
20 Ερωτηθείς δε υπό των Φαρισαίων, πότε έρχεται η βασιλεία του Θεού, απεκρίθη προς αυτούς και είπε· Δεν έρχεται η βασιλεία του Θεού ούτως ώστε να παρατηρήται·
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·
21 ουδέ θέλουσιν ειπεί· Ιδού, εδώ είναι, ή Ιδού εκεί· διότι ιδού, η βασιλεία του Θεού είναι εντός υμών.
οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Είπε δε προς τους μαθητάς· θέλουσιν ελθεί ημέραι, ότε θέλετε επιθυμήσει να ίδητε μίαν των ημερών του Υιού του ανθρώπου, και δεν θέλετε ιδεί.
Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23 και θέλουσι σας ειπεί· Ιδού, εδώ είναι, ή Ιδού εκεί· μη υπάγητε μηδ' ακολουθήσητε.
Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε.
24 Διότι ως η αστραπή η αστράπτουσα εκ της υπ' ουρανόν λάμπει εις την υπ' ουρανόν, ούτω θέλει είσθαι και ο Υιός του ανθρώπου εν τη ημέρα αυτού.
Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
25 Πρώτον όμως πρέπει αυτός να πάθη πολλά και να καταφρονηθή από της γενεάς ταύτης.
Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 Και καθώς έγεινεν εν ταις ημέραις του Νώε, ούτω θέλει είσθαι και εν ταις ημέραις του Υιού του ανθρώπου·
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
27 έτρωγον, έπινον, ενύμφευον, ενυμφεύοντο, μέχρι της ημέρας καθ' ην ο Νώε εισήλθεν εις την κιβωτόν, και ήλθεν ο κατακλυσμός και απώλεσεν άπαντας.
Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας.
28 Ομοίως και καθώς έγεινεν εν ταις ημέραις του Λώτ· έτρωγον, έπινον, ηγόραζον, επώλουν, εφύτευον, ωκοδόμουν·
Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
29 καθ' ην δε ημέραν εξήλθεν ο Λωτ από Σοδόμων, έβρεξε πυρ και θείον απ' ουρανού και απώλεσεν άπαντας.
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας·
30 Ωσαύτως θέλει είσθαι καθ' ην ημέραν ο Υιός του ανθρώπου θέλει φανερωθή.
κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
31 Κατ' εκείνην την ημέραν όστις ευρεθή επί του δώματος και τα σκεύη αυτού εν τη οικία, ας μη καταβή διά να λάβη αυτά, και όστις εν τω αγρώ ομοίως ας μη επιστρέψη εις τα οπίσω.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 Ενθυμείσθε την γυναίκα του Λωτ.
Μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 Όστις ζητήση να σώση την ζωήν αυτού, θέλει απολέσει αυτήν, και όστις απολέση αυτήν, θέλει διαφυλάξει αυτήν.
Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτὴν ζῳογονήσει αὐτήν.
34 Σας λέγω, Εν τη νυκτί εκείνη θέλουσιν είσθαι δύο επί μιας κλίνης, ο εις παραλαμβάνεται και ο άλλος αφίνεται·
Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
35 δύο γυναίκες θέλουσιν αλέθει ομού, η μία παραλαμβάνεται και η άλλη αφίνεται·
Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται.
36 δύο θέλουσιν είσθαι εν τω αγρώ, ο εις παραλαμβάνεται και ο άλλος αφίνεται.
37 Και αποκριθέντες λέγουσι προς αυτόν· Που, Κύριε; Ο δε είπε προς αυτούς· Όπου είναι το σώμα, εκεί θέλουσι συναχθή οι αετοί.
Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.