< Κατα Λουκαν 16 >
1 Έλεγε δε και προς τους μαθητάς αυτού· Ήτο άνθρωπός τις πλούσιος, όστις είχεν οικονόμον, και ούτος κατηγορήθη προς αυτόν ως διασκορπίζων τα υπάρχοντα αυτού.
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 Και κράξας αυτόν, είπε προς αυτόν· Τι είναι τούτο το οποίον ακούω περί σου; δος τον λογαριασμόν της οικονομίας σου· διότι δεν θέλεις δυνηθή πλέον να ήσαι οικονόμος.
καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
3 Είπε δε καθ' εαυτόν ο οικονόμος· Τι να κάμω, επειδή ο κύριός μου αφαιρεί απ' εμού την οικονομίαν; να σκάπτω δεν δύναμαι, να ζητώ εντρέπομαι·
εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
4 ενόησα τι πρέπει να κάμω, διά να με δεχθώσιν εις τους οίκους αυτών, όταν αποβληθώ της οικονομίας.
ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
5 Και προσκαλέσας ένα έκαστον των χρεωφειλετών του κυρίου αυτού, είπε προς τον πρώτον· Πόσον χρεωστείς εις τον κύριόν μου;
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
6 Ο δε είπεν· Εκατόν μέτρα ελαίου. Και είπε προς αυτόν· Λάβε το έγγραφόν σου και καθήσας ταχέως γράψον πεντήκοντα.
ὁ δὲ εἶπεν Ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7 Έπειτα είπε προς άλλον· Συ δε πόσον χρεωστείς; Ο δε είπεν· Εκατόν μόδια σίτου. Και λέγει προς αυτόν· Λάβε το έγγραφόν σου και γράψον ογδοήκοντα.
ἔπειτα ἑτέρῳ εἶπεν Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν Ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.
8 Και επήνεσεν ο κύριος τον άδικον οικονόμον, ότι φρονίμως έπραξε· διότι οι υιοί του αιώνος τούτου είναι φρονιμώτεροι εις την εαυτών γενεάν παρά τους υιούς του φωτός. (aiōn )
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. (aiōn )
9 Και εγώ σας λέγω· Κάμετε εις εαυτούς φίλους εκ του μαμωνά της αδικίας, διά να σας δεχθώσιν εις τας αιωνίους σκηνάς, όταν εκλείψητε. (aiōnios )
Καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. (aiōnios )
10 Ο εν τω ελαχίστω πιστός και εν τω πολλώ πιστός είναι, και ο εν τω ελαχίστω άδικος και εν τω πολλώ άδικος είναι.
ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 Εάν λοιπόν εις τον άδικον μαμωνά δεν εφάνητε πιστοί, τον αληθινόν πλούτον τις θέλει σας εμπιστευθή;
εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 Και εάν εις το ξένον δεν εφάνητε πιστοί, τις θέλει σας δώσει το ιδικόν σας;
καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἡμέτερον τίς δώσει ὑμῖν;
13 Ουδείς δούλος δύναται να δουλεύη δύο κυρίους διότι ή τον ένα θέλει μισήσει και τον άλλον θέλει αγαπήσει· ή εις τον ένα θέλει προσκολληθή και τον άλλον θέλει καταφρονήσει. Δεν δύνασθε να δουλεύητε Θεόν και μαμωνά.
Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ήκουον δε ταύτα πάντα και οι Φαρισαίοι, φιλάργυροι όντες, και περιεγέλων αυτόν.
Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
15 Και είπε προς αυτούς· Σεις είσθε οι δικαιόνοντες εαυτούς ενώπιον των ανθρώπων, ο Θεός όμως γνωρίζει τας καρδίας σας· διότι εκείνο, το οποίον μεταξύ των ανθρώπων είναι υψηλόν, βδέλυγμα είναι ενώπιον του Θεού.
καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
16 Ο νόμος και οι προφήται έως Ιωάννου υπήρχον· από τότε η βασιλεία του Θεού ευαγγελίζεται, και πας τις βιάζεται να εισέλθη εις αυτήν.
Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάνου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17 Ευκολώτερον δε είναι ο ουρανός και η γη να παρέλθωσι παρά μία κεραία του νόμου να πέση.
εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 Πας όστις χωρίζεται την γυναίκα αυτού και νυμφεύεται άλλην, μοιχεύει, και πας όστις νυμφεύεται κεχωρισμένην από ανδρός, μοιχεύει.
Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ήτο δε άνθρωπός τις πλούσιος και ενεδύετο πορφύραν και στολήν βυσσίνην, ευφραινόμενος καθ' ημέραν μεγαλοπρεπώς.
Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.
20 Ήτο δε πτωχός τις ονομαζόμενος Λάζαρος, όστις έκειτο πεπληγωμένος πλησίον της πύλης αυτού
πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
21 και επεθύμει να χορτασθή από των ψιχίων των πιπτόντων από της τραπέζης του πλουσίου· αλλά και οι κύνες ερχόμενοι έγλειφον τας πληγάς αυτού.
καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
22 Απέθανε δε ο πτωχός και εφέρθη υπό των αγγέλων εις τον κόλπον του Αβραάμ· απέθανε δε και ο πλούσιος και ετάφη.
ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 Και εν τω άδη υψώσας τους οφθαλμούς αυτού, ενώ ήτο εν βασάνοις, βλέπει τον Αβραάμ από μακρόθεν και τον Λάζαρον εν τοις κόλποις αυτού. (Hadēs )
καὶ ἐν τῷ Ἅιδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. (Hadēs )
24 Και αυτός φωνάξας είπε· Πάτερ Αβραάμ, ελέησόν με και πέμψον τον Λάζαρον, διά να βάψη το άκρον του δακτύλου αυτού εις ύδωρ και να καταδροσίση την γλώσσαν μου, διότι βασανίζομαι εν τη φλογί ταύτη·
καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 είπε δε ο Αβραάμ· Τέκνον, ενθυμήθητι ότι απέλαβες συ τα αγαθά σου εν τη ζωή σου, και ο Λάζαρος ομοίως τα κακά· τώρα ούτος μεν παρηγορείται, συ δε βασανίζεσαι·
εἶπεν δὲ Ἀβραάμ Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι.
26 και εκτός τούτων πάντων, μεταξύ ημών και υμών χάσμα μέγα είναι εστηριγμένον, ώστε οι θέλοντες να διαβώσιν εντεύθεν προς εσάς να μη δύνανται, μηδέ οι εκείθεν να διαπερώσι προς υμάς.
καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 Είπε δέ· παρακαλώ σε λοιπόν, πάτερ, να πέμψης αυτόν εις τον οίκον του πατρός μου·
εἶπεν δέ Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·
28 διότι έχω πέντε αδελφούς· διά να μαρτυρήση εις αυτούς, ώστε να μη έλθωσι και αυτοί εις τον τόπον τούτον της βασάνου.
ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
29 Λέγει προς αυτόν ο Αβραάμ, Έχουσι τον Μωϋσήν και τους προφήτας· ας ακούσωσιν αυτούς.
λέγει δὲ Ἀβραάμ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 Ο δε είπεν· Ουχί, πάτερ Αβραάμ, αλλ' εάν τις από νεκρών υπάγη προς αυτούς, θέλουσι μετανοήσει.
ὁ δὲ εἶπεν Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν.
31 Είπε δε προς αυτόν· Εάν τον Μωϋσήν και τους προφήτας δεν ακούωσιν, ουδέ εάν τις αναστηθή εκ νεκρών θέλουσι πεισθή.
εἶπεν δὲ αὐτῷ Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.