< Κατα Λουκαν 15 >
1 Επλησίαζον δε εις αυτόν πάντες οι τελώναι και οι αμαρτωλοί, διά να ακούωσιν αυτόν.
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 Και διεγόγγυζον οι Φαρισαίοι και οι γραμματείς, λέγοντες ότι ούτος αμαρτωλούς δέχεται και συντρώγει μετ' αυτών.
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 Είπε δε προς αυτούς την παραβολήν ταύτην, λέγων·
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 Τις άνθρωπος εξ υμών εάν έχη εκατόν πρόβατα και χάση εν εξ αυτών, δεν αφίνει τα ενενήκοντα εννέα εν τη ερήμω και υπάγει ζητών το απολωλός, εωσού εύρη αυτό;
τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό;
5 Και ευρών αυτό, βάλλει επί τους ώμους αυτού χαίρων.
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 Και ελθών εις τον οίκον, συγκαλεί τους φίλους και τους γείτονας, λέγων προς αυτούς· Συγχάρητέ μοι, διότι εύρον το πρόβατόν μου το απολωλός.
καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· συνχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 Σας λέγω ότι ούτω θέλει είσθαι χαρά εν τω ουρανώ διά ένα αμαρτωλόν μετανοούντα μάλλον παρά διά ενενήκοντα εννέα δικαίους, οίτινες δεν έχουσι χρείαν μετανοίας.
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8 Η τις γυνή έχουσα δέκα δραχμάς, εάν χάση δραχμήν μίαν, δεν ανάπτει λύχνον και σαρόνει την οικίαν και ζητεί επιμελώς, έως ότου εύρη αυτήν;
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
9 και αφού εύρη, συγκαλεί τας φίλας και τας γείτονας, λέγουσα· Συγχάρητέ μοι, διότι εύρον την δραχμήν την οποίαν έχασα.
καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συνχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 Ούτω, σας λέγω, χαρά γίνεται ενώπιον των αγγέλων του Θεού διά ένα αμαρτωλόν μετανοούντα.
οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Είπε δέ· Άνθρωπος τις είχε δύο υιούς.
Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς.
12 Και είπεν ο νεώτερος αυτών προς τον πατέρα· Πάτερ, δος μοι το ανήκον μέρος της περιουσίας. Και διεμοίρασεν εις αυτούς τα υπάρχοντα αυτού.
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
13 Και μετ' ολίγας ημέρας συνάξας πάντα ο νεώτερος υιός, απεδήμησεν εις χώραν μακράν και εκεί διεσκόρπισε την περιουσίαν αυτού ζων ασώτως.
καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 Αφού δε εδαπάνησε πάντα, έγεινε πείνα μεγάλη εν τη χώρα εκείνη, και αυτός ήρχισε να στερήται.
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 Τότε υπήγε και προσεκολλήθη εις ένα των πολιτών της χώρας εκείνης, όστις έπεμψεν αυτόν εις τους αγρούς αυτού διά να βόσκη χοίρους.
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·
16 Και επεθύμει να γεμίση την κοιλίαν αυτού από των ξυλοκεράτων, τα οποία έτρωγον οι χοίροι, και ουδείς έδιδεν εις αυτόν.
καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ᾧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 Ελθών δε εις εαυτόν, είπε· Πόσοι μισθωτοί του πατρός μου περισσεύουσιν άρτον, και εγώ χάνομαι υπό της πείνης.
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.
18 Σηκωθείς θέλω υπάγει προς τον πατέρα μου και θέλω ειπεί προς αυτόν· Πάτερ, ήμαρτον εις τον ουρανόν και ενώπιόν σου·
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
19 και δεν είμαι πλέον άξιος να ονομασθώ υιός σου· κάμε με ως ένα των μισθωτών σου.
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 Και σηκωθείς ήλθε προς τον πατέρα αυτού. Ενώ, δε απείχεν έτι μακράν, είδεν αυτόν ο πατήρ αυτού και εσπλαγχνίσθη, και δραμών επέπεσεν επί τον τράχηλον αυτού και κατεφίλησεν αυτόν.
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 είπε δε προς αυτόν ο υιός· Πάτερ, ήμαρτον εις τον ουρανόν και ενώπιόν σου, και δεν είμαι πλέον άξιος να ονομασθώ υιός σου.
εἶπεν δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 Και ο πατήρ είπε προς τους δούλους αυτού· Φέρετε έξω την στολήν την πρώτην και ενδύσατε αυτόν, και δότε δακτυλίδιον εις την χείρα αυτού και υποδήματα εις τους πόδας,
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 και φέροντες τον μόσχον τον σιτευτόν σφάξατε, και φαγόντες ας ευφρανθώμεν,
καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν,
24 διότι ούτος ο υιός μου νεκρός ήτο και ανέζησε, και απολωλώς ήτο και ευρέθη. Και ήρχισαν να ευφραίνωνται.
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 Ήτο δε ο πρεσβύτερος αυτού υιός εν τω αγρώ· και καθώς ερχόμενος επλησίασεν εις την οικίαν, ήκουσε συμφωνίαν και χορούς,
ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
26 και προσκαλέσας ένα των δούλων, ηρώτα τι είναι ταύτα.
καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα.
27 Ο δε είπε προς αυτόν ότι ο αδελφός σου ήλθε· και έσφαξεν ο πατήρ σου τον μόσχον τον σιτευτόν, διότι απήλαυσεν αυτόν υγιαίνοντα.
ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 Και ωργίσθη και δεν ήθελε να εισέλθη. Εξήλθε λοιπόν ο πατήρ αυτού και παρεκάλει αυτόν.
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 Ο δε αποκριθείς είπε προς τον πατέρα· Ιδού, τόσα έτη σε δουλεύω, και ποτέ εντολήν σου δεν παρέβην, και εις εμέ ουδέ ερίφιον έδωκάς ποτέ διά να ευφρανθώ μετά των φίλων μου.
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 Ότε δε ο υιός σου ούτος, ο καταφαγών σου τον βίον μετά πορνών, ήλθεν, έσφαξας δι' αυτόν τον μόσχον τον σιτευτόν.
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
31 Ο δε είπε προς αυτόν· Τέκνον, συ πάντοτε μετ' εμού είσαι, και πάντα τα εμά σα είναι·
ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 έπρεπε δε να ευφρανθώμεν και να χαρώμεν, διότι ο αδελφός σου ούτος νεκρός ήτο και ανέζησε, και απολωλώς ήτο και ευρέθη.
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.