< Λευϊτικόν 7 >

1 Ούτος δε είναι ο νόμος της περί ανομίας προσφοράς· είναι αγιώτατον.
καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας ἅγια ἁγίων ἐστίν
2 Εν τω τόπω όπου σφάζουσι το ολοκαύτωμα, θέλουσι σφάζει την περί ανομίας προσφοράν· και το αίμα αυτής θέλει ραντίζεσθαι επί το θυσιαστήριον κύκλω.
ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τῆς πλημμελείας ἔναντι κυρίου καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ
3 Και θέλει προσφέρεσθαι εξ αυτής παν το στέαρ αυτής, η ουρά και το στέαρ το περικαλύπτον τα εντόσθια,
καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
4 και οι δύο νεφροί και το στέαρ το επ' αυτών, το προς τα πλευρά, και ο επάνω λοβός του ήπατος, όστις μετά των νεφρών θέλει αφαιρείσθαι.
καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτά
5 Και θέλει καίει αυτά ο ιερεύς επί του θυσιαστηρίου, εις προσφοράν γινομένην διά πυρός προς τον Κύριον· είναι προσφορά περί ανομίας.
καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ κυρίῳ περὶ πλημμελείας ἐστίν
6 Παν αρσενικόν μεταξύ των ιερέων θέλει τρώγει αυτήν· εν τόπω αγίω θέλει τρώγεσθαι· είναι αγιώτατον.
πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν
7 Καθώς είναι η περί αμαρτίας προσφορά, ούτω και η περί ανομίας προσφορά· εις νόμος είναι περί αυτών· ο ιερεύς, όστις κάμνει εξιλέωσιν δι' αυτής, θέλει λαμβάνει αυτήν.
ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας οὕτω καὶ τὸ τῆς πλημμελείας νόμος εἷς αὐτῶν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτῷ αὐτῷ ἔσται
8 Ο δε ιερεύς όστις προσφέρει ολοκαύτωμα τινός, ο ιερεύς θέλει λαμβάνει δι' εαυτόν το δέρμα του ολοκαυτώματος, το οποίον προσέφερε.
καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται
9 Και πάσα προσφορά εξ αλφίτων, ήτις ήθελεν εψηθή εν κλιβάνω, και παν ό, τι ετοιμάζεται εν τηγανίω και επί κάψης, θέλει είσθαι του ιερέως του προσφέροντος αυτήν.
καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν αὐτῷ ἔσται
10 Και πάσα προσφορά εξ αλφίτων, εζυμωμένη μετά ελαίου ή ξηρά, θέλει είσθαι πάντων των υιών του Ααρών, ίσον το μερίδιον εκάστου.
καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται ἑκάστῳ τὸ ἴσον
11 Και ούτος είναι ο νόμος της θυσίας της ειρηνικής προσφοράς, την οποίαν θέλει προσφέρει τις εις τον Κύριον.
οὗτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν κυρίῳ
12 Εάν προσφέρη αυτήν περί ευχαριστίας, τότε θέλει προσφέρει μετά της ευχαριστηρίου προσφοράς, πήττας αζύμους εζυμωμένας με έλαιον και λάγανα άζυμα κεχρισμένα μετά ελαίου και σεμίδαλιν κατεσκευασμένην, πήττας εζυμωμένας μετά ελαίου.
ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ
13 Με τας πήττας άρτον ένζυμον θέλει προσφέρει διά το δώρον αυτού μετά της προς ευχαριστίαν αυτού ειρηνικής προσφοράς.
ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου
14 Και εκ τούτων θέλει προσφέρει εν από πάντων των δώρων αυτού προσφοράν υψουμένην προς τον Κύριον· τούτο θέλει είσθαι του ιερέως του ραντίζοντος το αίμα της ειρηνικής προσφοράς.
καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου αὐτῷ ἔσται
15 Και το κρέας της θυσίας της προς ευχαριστίαν ειρηνικής αυτού προσφοράς θέλει τρώγεσθαι την αυτήν ημέραν καθ' ην προσφέρεται δεν θέλουσιν αφήσει απ' αυτού έως το πρωΐ.
καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται βρωθήσεται οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί
16 Και εάν η θυσία της προσφοράς αυτού ήναι ευχή, ή προσφορά προαιρετική, θέλει τρώγεσθαι την αυτήν ημέραν καθ' ην προσφέρει τις την θυσίαν αυτού· και εάν μείνη τι, τούτο θέλει τρώγεσθαι την επαύριον.
κἂν εὐχή ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ βρωθήσεται καὶ τῇ αὔριον
17 Το εναπολειφθέν όμως του κρέατος της θυσίας έως της τρίτης ημέρας με πυρ θέλει καίεσθαι.
καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται
18 Εάν δε φαγωθή τι από του κρέατος της θυσίας της ειρηνικής προσφοράς αυτού την τρίτην ημέραν, δεν θέλει είσθαι δεκτός ο προσφέρων αυτήν, ουδέ θέλει λογισθή εις αυτόν· βδέλυγμα θέλει είσθαι· η δε ψυχή, ήτις ήθελε φάγει απ' αυτού, θέλει βαστάσει την ανομίαν αυτής.
ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό οὐ λογισθήσεται αὐτῷ μίασμά ἐστιν ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπ’ αὐτοῦ τὴν ἁμαρτίαν λήμψεται
19 Και το κρέας, το οποίον ήθελεν εγγίσει ακάθαρτόν τι, δεν θέλει τρώγεσθαι· εν πυρί θέλει καίεσθαι περί δε του κρέατος, όστις είναι καθαρός θέλει τρώγει κρέας.
καὶ κρέα ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται πᾶς καθαρὸς φάγεται κρέα
20 Η δε ψυχή ήτις έχουσα την ακαθαρσίαν αυτής εφ' εαυτής ήθελε φάγει από του κρέατος της θυσίας της ειρηνικής προσφοράς, ήτις είναι του Κυρίου, η ψυχή αύτη θέλει απολεσθή εκ του λαού αυτής.
ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτοῦ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
21 Και η ψυχή ήτις ήθελεν εγγίσει ακάθαρτόν τι, ακαθαρσίαν ανθρώπου ή ζώον ακάθαρτον ή βδελυρόν τι ακάθαρτον, και φάγει από του κρέατος της θυσίας της ειρηνικής προσφοράς, ήτις είναι του Κυρίου, και η ψυχή αύτη θέλει απολεσθή εκ του λαού αυτής.
καὶ ψυχή ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
22 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
23 Λάλησον προς τους υιούς Ισραήλ, λέγων, Δεν θέλετε τρώγει παντελώς στέαρ βοός ή προβάτου ή αιγός.
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε
24 Και το στέαρ του θνησιμαίου ζώου και το στέαρ του θηριαλώτου δύναται να χρησιμεύη εις πάσαν άλλην χρείαν· δεν θέλετε όμως τρώγει διόλου απ' αυτού.
καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωθήσεται
25 Διότι όστις φάγη το στέαρ του ζώου, από του οποίου προσφέρεται θυσία γινομένη διά πυρός εις τον Κύριον, και εκείνη ψυχή, ήτις ήθελε φάγει θέλει απολεσθή εκ του λαού αυτής.
πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν ὧν προσάξει αὐτῶν κάρπωμα κυρίῳ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς
26 Παρομοίως δεν θέλετε τρώγει ουδέν αίμα, είτε πτηνού είτε ζώου εν ουδεμιά εκ των κατοικιών σας.
πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν
27 Πάσα ψυχή ήτις ήθελε φάγει οποιονδήποτε αίμα, και εκείνη η ψυχή θέλει απολεσθή εκ του λαού αυτής.
πᾶσα ψυχή ἣ ἄν φάγῃ αἷμα ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς
28 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
29 Λάλησον προς τους υιούς Ισραήλ, λέγων, Ο προσφέρων την θυσίαν της ειρηνικής προσφοράς αυτού προς τον Κύριον, θέλει φέρει το δώρον αυτού προς τον Κύριον, από της θυσίας της ειρηνικής προσφοράς αυτού.
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου
30 Αι χείρες αυτού θέλουσι φέρει τας διά πυρός γινομένας προσφοράς του Κυρίου· θέλει φέρει το στέαρ μετά του στήθους, διά να κινήται το στήθος ως προσφορά κινητή έμπροσθεν του Κυρίου.
αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα κυρίῳ τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος προσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι κυρίου
31 Και ο ιερεύς θέλει καίει το στέαρ επί του θυσιαστηρίου· το στήθος όμως θέλει είσθαι του Ααρών και των υιών αυτού.
καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ
32 Και θέλετε δίδει προς τον ιερέα προσφοράν υψουμένην, τον δεξιόν ώμον εκ των θυσιών της ειρηνικής προσφοράς σας.
καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν
33 Όστις εκ των υιών του Ααρών προσφέρει το αίμα της ειρηνικής προσφοράς και το στέαρ, θέλει λαμβάνει τον δεξιόν ώμον εις μερίδιον αυτού.
ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι
34 Διότι το κινητόν στήθος και τον υψούμενον ώμον έλαβον παρά των υιών Ισραήλ εκ των θυσιών της ειρηνικής προσφοράς αυτών, και έδωκα αυτά προς τον Ααρών τον ιερέα και προς τους υιούς αυτού εις νόμιμον αιώνιον μεταξύ των υιών Ισραήλ.
τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ
35 Τούτο είναι το χρίσμα του Ααρών, και το χρίσμα των υιών αυτού, από των διά πυρός γινομένων προσφορών του Κυρίου, την ημέραν καθ' ην παρέστησεν αυτούς διά να ιερατεύωσιν εις τον Κύριον·
αὕτη ἡ χρῖσις Ααρων καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ
36 το οποίον προσέταξεν ο Κύριος να δίδωται εις αυτούς παρά των υιών Ισραήλ, καθ' ην ημέραν έχρισεν αυτούς, εις νόμιμον αιώνιον εις τας γενεάς αυτών.
καθὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτούς παρὰ τῶν υἱῶν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν
37 Ούτος είναι ο νόμος του ολοκαυτώματος, της εξ αλφίτων προσφοράς και της περί αμαρτίας προσφοράς και της περί ανομίας προσφοράς και των καθιερώσεων και της θυσίας της ειρηνικής προσφοράς·
οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου
38 τον οποίον προσέταξεν ο Κύριος εις τον Μωϋσήν εν τω όρει Σινά, καθ' ην ημέραν προσέταξε τους υιούς Ισραήλ να προσφέρωσι προς τον Κύριον τα δώρα αυτών εν τη ερήμω Σινά.
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινα ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ισραηλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα

< Λευϊτικόν 7 >